New Testament · Mark · Reader's edition
Mark 9
The Greek (SBLGNT)
Read this chapter in the manuscript: Codex Vaticanus (Vat. gr. 1209), at the Vatican Library: p. 1290 · p. 1291 · p. 1292.
B p. 1290 1 καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι.
4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ, ἔκφοβοι γὰρ ἐγένοντο.
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
12 ὁ δὲ ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ;
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.
14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς.
15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 καὶ ἐπηρώτησεν αὐτούς· Τί συζητεῖτε πρὸς αὑτούς;
17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
18 καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
B p. 1291 19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· Ἐκ παιδιόθεν·
22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς.
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι.
24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν· Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ.
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.
30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ διελογίζεσθε;
34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37 Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38 Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.
39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
40 ὃς γὰρ οὐκ ἔστιν καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.
41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
B p. 1292 43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον.
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν.
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν,
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται.
50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
Greek text: the SBL Greek New Testament (SBLGNT), © Society of Biblical Literature and Logos Bible Software, CC BY 4.0. Its text-critical sigla are omitted here; its double brackets ⟦ ⟧, which mark the shorter and the longer ending of Mark, are kept.
Notes
- Decision↩ Back to the text
Expected: "he was transfigured" (KJV, RSV)
μετεμορφώθη, the passive of μεταμορφόω, a change of μορφή "form" (settled: Phil 2:6–7 "in the form of God … the form of a slave"; 232b). "Transform" carries the Greek's noun inside the English word, so the reader of Mark 9:2 meets the word Paul uses of believers (Rom 12:2 "be transformed by the renewing of the mind"; 2 Cor 3:18 "transformed into the same icon") and the noun of Phil 2. The Latin "transfigured" (Vulgate transfiguratus est) puts a different noun, figure, in its place. The cognate "metamorphose" was tested under 57: its living sense overlaps, but it is a word of insects and myths, and "transform" already carries the root, so no cognate is printed. Passive kept ("was transformed"); the agent is not named, as in the Greek. The WPRB reads "his form was changed."
- Decision↩ Back to the text
Expected: "teareth him" (KJV) / "dashes him down" (RSV)
ῥήσσει is lemmatised under ῥήγνυμι (home gloss "burst," Matt 9:17 "the wineskins burst"), but the form here is ῥήσσω, the verb of striking or dashing down, as Luke 9:42 has ἔρρηξεν αὐτόν of the same boy and Wis 4:19 "he will dash them down headlong." "It bursts him" would make a false sense in English (57), so the home gloss yields at this one site; it holds wherever the Greek means breaking or bursting.
- Decision↩ Back to the text
Expected: "How long is it ago" (KJV) / "How long has he had this?" (RSV)
πόσος, home gloss "how many" (Matt 15:34 "How many loaves have you?"), with χρόνος, a quantity and not a count: "how much," the split by construction the row already foresaw (Luke 16:5, 7). χρόνος prints "chronos" (core table), the measured span, against καιρός "kairos"; the WPRB reads "How long."
- Reading↩ Back to the text
Τὸ Εἰ δύνῃ, the article taking up the father's own words of 9:22 as a quotation ("The 'If you are able'!"), so the inner marks are single (51, 213b). SBLGNT prints δύνῃ with WH, Treg and NA28; RP reads δύνασαι πιστεῦσαι, and the KJV follows it, "If thou canst believe, all things are possible to him that believeth," which turns Jesus' echo of the father's doubt into a condition laid on the father.
- Reading↩ Back to the text
Ruling 60
SBLGNT εὐθὺς κράξας … ἔλεγεν· Πιστεύω (WH NA28); RP reads καὶ εὐθέως, adds μετὰ δακρύων after παιδίου and κύριε after Πιστεύω, and the KJV follows it: "And straightway the father of the child cried out, and said with tears, Lord, I believe."
- Reading↩ Back to the text
Ruling 60
SBLGNT ends at ἐν προσευχῇ with WH and NA28; Treg and RP add καὶ νηστείᾳ, and the KJV follows them, "by prayer and fasting."
- Decision↩ Back to the text
Expected: "called" (KJV, RSV)
φωνέω, home gloss "give voice" (Ps 113:15 LXX; 1:26 "giving voice with a great voice"), with a person as object is "call for," the split by construction of 233k (15:35; 10:49 three times), kept apart from καλέω "call" and προσκαλέομαι "summon" (10:42).
- Reading↩ Back to the text
Ruling 60
SBLGNT prints no verse 44: after τὸ ἄσβεστον, Treg and RP add ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται (WH and NA28 lack it), the KJV's verse 44, "Where their worm dieth not, and the fire is not quenched." The words stand in SBLGNT at 9:48, once.
- Reading↩ Back to the text
Ruling 60
SBLGNT prints no verse 46: after εἰς τὴν γέενναν, Treg and RP add εἰς τὸ πῦρ τὸ ἄσβεστον and the whole of verse 46, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται (WH and NA28 lack them), the KJV's "into the fire that never shall be quenched: Where their worm dieth not, and the fire is not quenched." At 9:47 RP adds τοῦ πυρός, the KJV's "hell fire."
- Reading↩ Back to the text
Isa 66:24 in Mark's own Greek (219k's table: "Mark 9:48 presents"). Swete's Isaiah has the futures, ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, printed in the Septuagint version "for their worm will not decease, and their fire will not be quenched." Mark has presents (τελευτᾷ, σβέννυται), no γάρ and no αὐτῶν after πῦρ: "their worm does not decease and the fire is not quenched." The words the two share keep the Septuagint version's English (worm, decease, fire, quench); the tenses and "the fire" are Mark's.
- Reading↩ Back to the text
Ruling 60
SBLGNT ends the verse at ἁλισθήσεται with WH and NA28; Treg and RP add καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται, and the KJV follows them, "and every sacrifice shall be salted with salt" (Lev 2:13).
Words in this chapter (206)
| Word | Gloss | Instead of | Note |
|---|---|---|---|
| λέγω | say; called (ὁ λεγόμενος, the passive participle naming a person or place; Mark 15:7, 238b); call (with two accusatives; Luke 20:37, 255e) | say | |
| ἀμήν | Amen | Verily / Truly | ἀμήν "Amen," the Hebrew loanword already English (5): the formula ἀμὴν λέγω ὑμῖν "Amen, I say to you" (3:28; 8:12; 9:1, 41; 10:15, 29; 11:23; 12:43; 13:30; 14:9, 18, 25, 30; John's doubled "Amen, amen"), capitalised at the head of speech, the ὅτι after it unrendered (153e). The WPRB reads "Amen, I tell you" |
| εἰμί | be | be | Kept apart from γίνομαι "come to be" |
| ἵστημι | stand; make stand (transitive); weigh out (of silver or a sum on a balance); set (of a day fixed; Acts 17:31; 262b) | establish / set up | Split by construction (20): intransitive "stand," transitive "make stand" ("I will make stand my covenant," 6:18; Rom 3:31 "we make the law stand"); by collocation, silver set on a balance is "weighed out" (228b; Isa 46:6; Matt 26:15, 247) |
| γεύω | give a taste; taste (middle) | feed / let me eat / give a taste | The active of γεύομαι "taste" (Matt 16:28; Heb 2:9; 1 Pet 2:3), to let another taste (25:30). Split by construction or collocation, 193e. |
| θάνατος | death | death | |
| ὁράω | see; be seen (passive) | see; appear | "Let the dry be seen" (1:9), the passive kept; the Masoretic version has the same |
| βασιλεία | kingdom | kingdom | Kingdom and kingship (Matt 6:10; "the kingdom of the skies," 55) |
| θεός | God; goddess (with the feminine article, of a female deity; Acts 19:37; 263d) | God | Capitalised for the God of Israel (9); the Masoretic version's "Elohim" does not carry over. Lowercase "god, gods" where the Greek speaks of other gods |
| ἔρχομαι | come | come | |
| δύναμις | power | host / army / force | Power, might (Rom 1:16); a body of armed power, "the powers of the skies" (Matt 24:29), and the LXX's word for the Masoretic version's "armies" (צָבָא); the plural also of mighty works (Matt 11:20), "powers" |
| ἡμέρα | day | day | |
| Ἰησοῦς | Joshua (Nun's son, by referent); Jesus (by referent; Jude 5, where the base text reads Ἰησοῦς, 320b) | Joshua; Jesus | One Greek name, printed by its referent (149a): "Joshua" for the son of Nun in the Masoretic version's form (145f; Acts 7:45; Heb 4:8), "Jesus" in the New Testament. The identity of the two names is shown at first use (17:9; 171b) |
| παραλαμβάνω | take along; receive (of a teaching handed on, or a person welcomed; 1 Cor 11:23; 15:1–3; John 1:11; Gal 1:9, 12; 280m, 295) | took / took / took along | "He takes along Peter and James and John" (Matt 17:1; 1:20; 2:13); "receive" a teaching or a person welcomed (1 Cor 15:1–3; John 1:11), where the collocation decides (280m). "Take" is λαμβάνω's |
| Πέτρος | Peter | Peter | The name Jesus lays on Simon (3:16). The masculine of πέτρα "rock"; see 3:16's note |
| Ἰάκωβος | James | James | The English form of the Greek Jacob; the patriarch Ἰακώβ stays "Jacob," the two referents keeping two English forms (149a) |
| Ἰωάννης | John | John | The Immerser (1:4–14; 2:18) and the son of Zebedee (1:19, 29), one Greek name and one English form, the referent by the context |
| ἀναφέρω | bring up | offer | Carry up (Mark 9:2; Luke 24:51); "bring up" a sacrifice on the altar (8:20; Heb 7:27; Jas 2:21; 1 Pet 2:5, 24) |
| ὑψηλός | high | high | Matt 4:8; 17:1 "a high mountain" |
| ὄρος | mountain; Mount (of the Mount of Olives; Mark 11:1; Luke 19:29, 37) | mountain | |
| ἴδιος | own; privately (κατ' ἰδίαν, a construction; Mark 4:34, 235); individually (the adverbial dative ἰδίᾳ; 1 Cor 12:11, 301f) | own | John 1:11 "he came to his own" |
| μόνος | alone; sole (attributive, beside another adjective or a second noun under one article; 1 Tim 6:15; Jude 4; 316d; 320d) | alone | The adjective (2:18); the adverb μόνον is G3440 "only" |
| μεταμορφόομαι | be transformed | was transfigured / was transfigured | The passive of a change of μορφή "form" (Phil 2:6–7; 232b): Mark 9:2; Matt 17:2; Rom 12:2; 2 Cor 3:18. "Transform" carries the root in English; the cognate "metamorphose" tested and not printed (57). See 9:2 |
| ἱμάτιον | cloak | garment | The outer garment, beside χιτών "tunic" (Matt 5:40; John 19:23) |
| γίνομαι | come to be | let there be; be / come into being | "Let light come to be," "and it came to be thus," "evening came to be": the chapter's verb of making things happen, against the Masoretic version's הָיָה "be." John 1:3 "all things came to be through him." With εἰς of result (2:7) the preposition is not printed |
| στίλβω | glisten | shining / glistening | Mark 9:3 only in the NT; of polished bronze and flashing weapons (Ezek 21:15, 33 LXX; Nah 3:3). "Gleam" is λάμπω's, "shine" φαίνω's |
| λίαν | exceedingly | very | "Very" is left free for σφόδρα (33); Matt 4:8 |
| λευκός | white | white / white / white | Matt 17:2; Rev 1:14; 7:9. Of a fleece and of peeled wood (30:32–37) |
| οἷος | of a sort; as (correlative with τοιοῦτος "such"; 1 Cor 15:48) | such as / such as / such as | Of what kind: Matt 24:21 "affliction of a sort that has not been"; 2 Cor 10:11; 2 Tim 3:11. "Such" is τοιοῦτος' |
| γναφεύς | fuller | fuller | One who cleans and thickens cloth: Mark 9:3. "Launder" is πλύνω's. In the place name "the Launderer's Field" (7:3; 36:2), the Masoretic version's form, unmarked (205i, 223d) |
| γῆ | land | earth | |
| δύναμαι | be able | be able | |
| οὕτω | thus | so | "And it came to be thus," the formula of the days |
| λευκαίνω | whiten | be whiter / be whiter | Ps 50:9 "above snow I shall be whitened"; Mark 9:3; Rev 7:14 "they whitened them in the blood of the lamb." For the hiphil of לָבַן "be white," marked for voice |
| Ἠλίας | Elijah | Elias / Elijah | As the Septuagint version settled the prophet's name (145b, 233e) |
| Μωϋσῆς | Moses | Moses | The Greek spells it Μωυσῆς; the Masoretic pun of 2:10 (מָשָׁה "draw out") is not in the Greek, which says ἀνειλόμην "I took him up for myself" |
| συλλαλέω | talk with | speak with / speak with / converse | 34:35 "to talk with him"; Luke 9:30 "two men were talking with him, Moses and Elijah"; Mark 9:4. A compound of λαλέω "speak" (95) |
| ἀποκρίνομαι | answer | answer | The participle with a verb of saying, "answering, said" (Matt 3:15) |
| ῥαββί | Rabbi | Master / Master | A title under 18, not a device (233b): 9:5; 11:21; 14:45; John 1:38 glosses it διδάσκαλε |
| καλός | beautiful | good | The verdict of the days of making (1:4–31), and the adjective of the tree (2:9, 17). Matt 5:16 "your beautiful works"; John 10:11 "the beautiful shepherd." The Masoretic version has טוֹב "good": the two versions differ by translation, not by text (52). "Good" stays free for ἀγαθός |
| ποιέω | make / do | make, create / do | Split by construction, as עָשָׂה (20): "make" with a thing made, "do" with a deed or work done (2:2). In Gen 1 it also stands for בָּרָא, so the Greek has no separate "create" |
| τρεῖς | three | three | |
| σκηνή | tent | tent | |
| εἷς | one | one / first | "Day one" (1:5), the cardinal, as in the Masoretic version |
| οἶδα | know | know | Kept apart from γινώσκω "come to know" (2:9 against 2:17; John 21:17 has both) |
| ἔκφοβος | aghast | sore afraid / exceedingly afraid | Fear that puts one beside oneself: Mark 9:6; Heb 12:21 "I am aghast and trembling." "Afraid" is δείδω's, "terrified" πτοέω's, "fear" φοβέω's |
| νεφέλη | cloud | cloud | Matt 17:5; Acts 1:9; 1 Thess 4:17 |
| ἐπισκιάζω | overshadow | abode upon / abode upon / overshadowed | 40:29 "the cloud overshadowed it," for the Masoretic "abode on it" (marked); Luke 1:35; 9:34 (the cloud of the Transfiguration); Acts 5:15. Held for it by 167b, with κατασκιάζω (Heb 9:5); "shade" is συσκιάζω's, "shadow" σκιάζω's |
| φωνή | voice | voice | |
| υἱός | son | son | |
| ἀγαπητός | beloved | only son / only son / beloved | "You are my son, the beloved" (Mark 1:11; 9:7; 2 Pet 1:17). In Gen 22:2, 12, 16 for the Masoretic version's "only one" (יָחִיד) |
| ἀκούω | hear | hear | |
| ἐξάπινα | suddenly | suddenly / suddenly | All at once: Mark 9:8 "and suddenly, looking around, they no longer saw anyone"; Ps 63:5 for פִּתְאֹם, the same English |
| περιβλέπω | look around | look behind / look back / look around | Mark 3:5, 34; 5:32 |
| οὐκέτι | no longer | not / no longer / no longer | Mark 10:8; John 15:15; Gal 2:20 |
| οὐδείς | no one; nothing (neuter) | no man / not a man / no one | Matt 6:24; John 1:18. After a negated verb, "anything" (Isa 39:2, 6 "there was not anything"; 232e), as πᾶς is "any" (195d) |
| καταβαίνω | go down; come down (of rain and what falls from the sky, 242d; Matt 7:25, 27) | come down / come down | The verb of descent from the sky (John 3:13; 6:38). Opposite ἀναβαίνω "go up" |
| διαστέλλω | draw apart (passive: be drawn apart); give strict orders (middle; Mark 5:43, 235) | be separated / be divided / be divided | Put asunder (25:23; 30:35 "set apart"); in the middle, "give strict orders" (Mark 5:43; 7:36), to be split by voice when reached |
| διηγέομαι | relate | told / told / related | Mark 5:16; Luke 8:39; Acts 9:27. "Recount" is the Masoretic version's סָפַר |
| μηδείς | nothing, no one; anything, anyone (after a negative); any (before a noun, after a negative; 2 Thess 2:3, 313c) | nothing / nothing / nothing | The μή-form of οὐδείς "no one" (19:31). After a negative verb the Greek doubles the negation, which English says once ("do not do anything," 19:8) |
| ἄνθρωπος | human | man | Core table (11) |
| ἀνίστημι | rise; make rise (transitive) | rise up | "Rise" (Mark 1:35; 1 Thess 4:16), left free for it (G393); "wake" is ἐγείρω's. The transitive is "make rise" (145d; Ps 40:11 "make me rise") |
| νεκρός | dead | dead / dead / dead | "The dead" (Matt 8:22; 1 Cor 15:12) |
| κρατέω | grasp | lay hold upon / seize / take hold | "Grasping her hand" (Mark 1:31; 5:41); of seizing (Matt 26:57) |
| λόγος | logos, logoi (capital "Logos" at John 1:1, 1:14 and 1 John 1:1 only) | word | |
| συζητέω | debate | question among themselves / question | 1:27; 8:11; 9:10, 14, 16; 12:28 |
| ἐπερωτάω | question | — / — / ask | Mark 12:34 "no one dared question him"; Matt 16:1. "Ask" is ἐρωτάω's |
| γραμματεύς | scribe | officer / foreman / scribe | One who writes and keeps the count: the Israelite scribes of the brickwork (5:6–19), where the Masoretic version reads "foremen" (שֹׁטְרִים, a root "write"); the scribes of the gospels (Matt 2:4; 5:20; 23) |
| δεῖ | be needful | must / need / be necessary | Impersonal "it is needful," of what must be: Matt 16:21 "it is needful for him to go to Jerusalem"; Luke 24:26. The neuter participle τὰ δέοντα is "the needful things" (16:22; 1 Tim 5:13). "Must" is left free |
| πρῶτος | first | first | |
| φημί | declare | said / said / said | To speak out, affirm (Matt 4:7; 1 Cor 10:15). "Say" is λέγω's |
| ἀποκαθίστημι | restore | weighed / weighed out / paid | "Restore all things" (Matt 17:11); "restore the kingdom" (Acts 1:6); of a hand made whole (Mark 3:5) |
| πᾶς | all; every; any (after a negated verb) | all; every | διὰ παντός "continually," a construction like κατὰ μικρόν (Exod 25:29; 27:20; 28:23, 26; 173a). After a negated verb, in the order negation + verb + πᾶς, "any" (Ps 58:6 "do not have compassion on any workers of lawlessness"), 170(e) extended to this order; πᾶς … οὐ prints "no …" (Exod 20:10) (195d) |
| πῶς | how; somehow (the enclitic πως, in εἴ πως; Rom 1:10) | how / how / how | Matt 7:4; John 3:4, 9 |
| γράφω | write | write / write / write | 24:4, 12; Luke 4:17; John 19:22 "What I have written, I have written." καταγράφω is "write down" (95) |
| πάσχω | suffer | suffered / suffered | To undergo, to have done to one: Mark 8:31; 9:12 "suffer many things"; Luke 24:26; 1 Pet 2:21–23. A false clash with μοχθέω "suffer hardship" (116), to be declared |
| πολύς | many; much; large (with a singular collective) | many / numerous | "Many" with a count, "much" with a mass (Matt 13:5; John 3:23). Split by construction or collocation, 193e. The superlative, "most" (τὸ πλεῖστον, Isa 7:22; 9:3; 232e), as the comparative is "more" (168i) |
| ἐξουδενέω | be held in contempt (passive) | be set at nought / be treated with contempt | One verb with ἐξουδενόω "hold in contempt" in another spelling (RP prints ἐξουδενωθῇ here), the family declared (232c); Mark 9:12 |
| ὅσος | as many as; as much as (singular); how many (opening an indirect question; Acts 9:13, 16) | everything that | "All the things, as many as he had made" (1:31). Split by number (20, 199e): the singular measures an amount, "as much as" (Ps 102:12 καθ' ὅσον) |
| θέλω | want; take pleasure (with ἐν and a dative) | be willing / be willing / want | Matt 26:39 "not as I want, but as you"; Rom 7:15–21. "Be minded" is βούλομαι's. With ἐν and a dative, the Hebrew חָפֵץ בְּ, it is "take pleasure in," a split by construction (20, 200b): Ps 111:1 "in his commandments he takes pleasure very much"; 146:10; 1 Sam 18:22; 2 Sam 15:26; Col 2:18 |
| καθώς | just as; how (after a verb of telling; Acts 15:14; 262) | as | |
| μαθητής | disciple | disciples | The ordinary English of the relation (233b); "learner" is the root's sense (μανθάνω "learn," one root declared, 95); μαθητεύω "make a disciple" |
| ὄχλος | crowd | — (the KJV and RSV render the Hebrew) | A mass of people, a throng; at Isa 43:17 of the army Pharaoh led out. "Mixed crowd" is ἐπίμικτος's, a compound (116) |
| εὐθύς | straight; straightway (adverb) | behold / immediately | The adjective "straight" (Matt 3:3 "make his paths straight"); the adverb "straightway," Mark's word (Mark 1:10, 12) |
| ἐκθαμβέομαι | be greatly amazed | were greatly amazed / were greatly amazed | The wonder set (233g); one root with θαμβέομαι "be amazed" (95): 9:15; 14:33; 16:5–6 |
| προστρέχω | run up | ran to meet / ran to meet / ran to meet | Mark 9:15; 10:17; Acts 8:30 |
| ἀσπάζομαι | greet | asked each other of their welfare / asked each other of their welfare / greeted | Matt 5:47; Rom 16:3–16. The Masoretic version's "asked … after peace" (18:7) is the Greek's one verb, marked {lexeme} |
| διδάσκαλος | teacher | Master / Teacher | 233b. The vocative "Teacher" (4:38; 9:17, 38; 10:17–35; 12:14–32; 13:1); one root with διδάσκω "teach" and διδαχή "teaching" (95) |
| φέρω | bring; be borne (passive); carry (with a burden, pain or sin, or persons borne along) | bring | "Bear" is left free for τίκτω. Split by voice (154d): the passive is "be borne" (49:3; Heb 6:1). With a burden, pain or sin, "carry" (219; Isa 53:4, 11) "Carry" extended to persons borne along (231c): Isa 64:6. |
| ἔχω | have; fare (with an adverb); holding (to) (the middle participle, of joined things); adjoining (the middle participle of what lies next, places and days; Mark 1:38; Luke 13:33); give (with χάριν and a dative, the slave credited; Luke 17:9, 255b); be thus (οὕτως ἔχειν, of a state; Acts 12:15; 261d); be (with ἑτοίμως, of a state; Acts 21:13; 263e); for the present (τὸ νῦν ἔχον, with νῦν; Acts 24:25, 264e) | have | Split by construction (152e): with an adverb, "fare" (πῶς ἔχετε, 43:27; Acts 15:36). The middle participle of joined things, "holding (to)," a construction (Exod 26:3; 173a), of persons in order (Ps 67:26, 196c) and of the upright holding to justice (Ps 93:15) (198e) |
| ἄλαλος | speechless | be put to silence / be dumb | Without speech (λαλέω "speak," one root, 95): Mark 7:37 "he makes the deaf hear and the speechless speak"; 9:17, 25 "a speechless spirit." For the Masoretic version's "be mute" (נֶאֱלַם), lexicon-level |
| πνεῦμα | wind / spirit | wind; Spirit | Split as רוּחַ (31, 56): "wind" for weather and the quarters of the sky, "spirit" where a person or God possesses it; cruxes under ruling 1 (1:2). Lowercase (42) |
| καταλαμβάνω | overtake; comprehend (middle, of grasping a fact; Acts 4:13; 10:34; 25:25; 259d) | take / overtake / overtake | "Lest darkness overtake you" (John 12:35; 1 Thess 5:4). John 1:5 is a crux, decided where it is reached |
| ῥήγνυμι | burst; dash down (the form ῥήσσω, of a body thrown down; Mark 9:18, 236) | break up / burst | Matt 9:17 "the wineskins burst" |
| ἀφρίζω | foam | foameth / foams | 9:18, 20; of the sea, ἀφρός (Luke 9:39) |
| τρίζω | grit | gnasheth / grinds | To grate or squeak; of teeth "grit." "Gnash" is βρύχω's, "grind" ἀλέω's (the mill), "grate" ἐσχάρα's (the noun) |
| ὀδούς | tooth | teeth / teeth / teeth | Gen 49:12; Matt 8:12 "the gnashing of teeth" |
| ξηραίνω | dry up | dry up / wither | Of water and land (8:7, 14; Rev 16:12) and of plants (Mark 11:20; Jas 1:11), where English may say "wither." One root with ξηρός "dry" |
| ἐκβάλλω | cast out; bring out (of things out of a store or treasury; Matt 12:35; 13:52, 243c) | drive out / cast out | Mark 1:34; John 6:37; 12:31. One root with ἐπιβάλλω "cast on" |
| ἰσχύω | have strength | be in the power / be in my power / have strength | Phil 4:13 "I have strength for all things"; Matt 9:12. Of ἰσχύς "strength" |
| ὦ | O | — / — / O | The interjection of address (Matt 15:28; Gal 3:1) |
| ἄπιστος | unbelieving; unfaithful (opposite πιστός of a servant; Luke 12:46, 253c); unbelievable (of a thing; Acts 26:8) | faithless / unbelieving | Not trusting, and not to be trusted: John 20:27 (against πιστός "faithful"); Matt 17:17; 1 Cor 7:12–15; Titus 1:15. One root with ἀπιστία "unbelief"; "be faithless (to)" is ἀσυνθετέω's (224c) |
| γενεά | generation | generation | Kept apart from γένεσις "genesis" (6:9) |
| πότε | when | when / when / when | The interrogative: Matt 24:3 "when will these things be"; Luke 21:7; John 6:25 |
| ἀνέχομαι | bear with; hold back (absolute, or with a genitive of separation, against a Masoretic "hold oneself in") | refrain himself / control himself / bear with | The middle: Matt 17:17 "how long shall I bear with you?"; 2 Cor 11:1; Col 3:13. In Gen 45:1 for the Masoretic version's "hold himself in" Split by construction (230b, entered here by 231c): Isa 42:14; 63:15; 64:12. |
| συσπαράσσω | rend violently | tare him / convulsed him | The compound of σπαράσσω "rend" (1:26; 9:26), the συν- of completion; Mark 9:20; Luke 9:42. "Convulse" is συσσείω's. One root with σπαράσσω (95) |
| πίπτω | fall | fall | "Fall on his face" (17:3, 17; Luke 5:12; 1 Cor 14:25) |
| κυλίομαι | roll | wallowed / rolled about | Mark 9:20; κύλισμα "rolling" (2 Pet 2:22) when reached. One root with ἀποκυλίω "roll away" (95); a false clash with κεφαλίς "roll" of a scroll (116), both to be declared |
| πατήρ | father | father | |
| πόσος | how many; how much (of quantity, with a mass or a span of time; Mark 9:21, 236) | how old / how many / how many | "How many loaves have you?" (Matt 15:34); of quantity "how much" (Luke 16:5, 7), a split by construction when reached |
| χρόνος | chronos | time; season | |
| παιδιόθεν | from childhood | of a child / from childhood | The adverb of παιδίον; ἐκ before it doubles the "from" and is not printed twice (9:21) |
| πολλάκις | often | often | Matt 17:15; Rom 1:13; 2 Cor 11:23–27. A false clash with ποσάκις "how often" (116), to be declared |
| βάλλω | cast | cast / drove / cast | Throw, cast (10:19; Matt 3:10; 5:29–30; Rev 8:7 "hail and fire … cast upon the land"). The root of ἐκβάλλω "cast out," ἐμβάλλω "cast in," ἐπιβάλλω "cast on" |
| πῦρ | fire | fire | |
| ὕδωρ | water (sg.); waters (pl.) | the waters | The Greek number is printed: singular "the water" (1:2, 6, 7, 9), plural "the waters" (1:10, 20–22). The Masoretic version has the plural מַיִם throughout |
| ἀπόλλυμι | destroy; perish (middle); be lost (the intransitive perfect and the middle, of a thing or creature strayed; Matt 10:6; 15:24; Luke 15:4–6); lose (active, of one's own soul or a thing lost, 228b; Mark 8:35; 9:41) | destroy / destroy / destroy | Destroy, and in the middle "perish, be lost" (Matt 10:28; Luke 15:4–32; John 3:16), where the collocation decides (3) |
| βοηθέω | help | help / help / helped | Run to the cry of someone and help: Gen 49:25; Matt 15:25 "Lord, help me"; Mark 9:22–24; Heb 2:18. One root with βοηθός "helper" (95, 154h) |
| σπλαγχνίζομαι | be moved with pity | was moved with compassion / had compassion | Standing note: the verb of τὰ σπλάγχνα, the innards, where the Greek feels pity (Luke 1:78; Phil 1:8; Phlm 7, 12, 20); the passive form is kept ("be moved"), the organ is in this note; see 6:34. Mark 1:41 (the reading SBLGNT sets aside); 8:2; 9:22; Matt 9:36; 14:14; 15:32; 18:27; 20:34; Luke 7:13; 10:33; 15:20. "Have compassion" is οἰκτίρω's. A false clash with κινέω "move" (116), to be declared |
| δυνατός | powerful; possible (neuter) | mightier / mightier / more powerful | Of the root of δύναμις "power" (95, to be declared): Luke 1:49 "the powerful one has done great things for me"; the neuter "possible" (Matt 19:26) is a split by construction, entered at Exod 8:26 (169c) |
| πιστεύω | believe; entrust (accusative of the thing, dative of the person; Luke 16:11, 254) | believe | Rom 4:3; Gal 3:6; Jas 2:23 quote 15:6; John 3:16. See 15:6 |
| κράζω | cry out | cried / cried / cried | Mark 10:47; Rom 8:15 "by whom we cry out, Abba"; Gal 4:6 |
| παιδίον | little child | child / he that is eight days old / little child | The diminutive of παῖς: Matt 18:2–5; Luke 1:59, 66, 76; 2:21. "Child" is τέκνον's |
| ἀπιστία | unbelief | unbelief / unbelief | The privative of πίστις, one root with ἄπιστος "unbelieving" (224) and πιστεύω "believe" (95, to be declared): Mark 9:24 "help my unbelief"; 16:14; Rom 3:3; 11:20–23; Heb 3:12, 19 |
| ἐπισυντρέχω | come running together | came running together / came running together | Mark 9:25 only; one root with συντρέχω "run together" (95) |
| ἐπιτιμάω | rebuke | rebuked / rebuked / rebuked | Matt 8:26 "he rebuked the winds"; 16:22; Luke 17:3 |
| ἀκάθαρτος | unclean | unclean | Mark 1:23 "an unclean spirit"; Acts 10:14; 2 Cor 6:17 (Isa 52:11). The negative of καθαρός "clean" |
| κωφός | deaf; mute (where the person cannot speak; Matt 9:32–33) | deaf / deaf / deaf | Blunted, of hearing and of speech: "the deaf hear" (Matt 11:5); Mark 7:32, 37. Where the person cannot speak (Matt 9:32–33; Luke 1:22, Zechariah), the expected English is "mute," and a split by construction is decided with the New Testament |
| ἐπιτάσσω | enjoin | commanding / charging / instructing | To lay a charge on: Gen 49:33; Mark 1:27 "he enjoins even the unclean spirits"; Luke 8:25; 14:22. "Command" is ἐντέλλομαι's, "order" προστάσσω's, "charge" αἰτία's |
| ἐξέρχομαι | go out | go out | |
| μηκέτι | no longer | — / — / no longer | 36:6 "let them no longer work"; Mark 9:25; John 5:14 "sin no longer"; Rom 6:6. The same word as οὐκέτι "no longer" with the other negative: one sense from two words (146b), declared (176) |
| εἰσέρχομαι | enter; go in to (πρός, a person or a place as goal) | come / go in | Matt 7:13; John 10:9. The opposite of ἐξέρχομαι "go out." With πρός and a person, "go in to" (Exod 8:1; 9:1; 10:1; 170i); extended to a place as goal (Ps 42:4, the altar; 194d) |
| σπαράσσω | rend | torn / convulsing | 1:26; 9:26. "Split" is σχίζω's, "tear" δάκρυ's |
| ὡσεί | as it were; about (with a number; Matt 14:21; Luke 3:23; 250b) | as / like / as it were | Matt 3:16 "as it were a dove"; Luke 22:44 |
| ἀποθνῄσκω | die | die | |
| χείρ | hand | hand | |
| ἐγείρω | wake; raise (a person lifted from the ground or a low place; a ruler raised up; a building raised up, John 2:19–20); get up (middle, intransitive); be raised (passive, of the dead); get up (passive or imperative, of the sick or one sitting or lying; 234c); be raised (passive, of nations and pretenders raised up against, and of a prophet raised up; Mark 13:8, 22, 237f; Matt 11:11; 24:11, 24) | raised up | 200a extended by 228b: "raise" also of raising up a ruler (45:13, Cyrus "as king") |
| οἶκος | house; at home (ἐν οἴκῳ, anarthrous; 1 Cor 14:35) | house / household | The household as well as the building (Acts 16:31) |
| γένος | kind; race (of a people, 228b) | kind / kind | "After kind," κατὰ γένος, the sorting formula of Gen 1. Elsewhere race and offspring (Acts 17:28; 1 Pet 2:9), where the collocation decides (37); "kind" is the home gloss |
| προσευχή | prayer; place of prayer (of a place; Acts 16:13, 16; 262) | prayer | Fixed by 190(i): Matt 21:13 "a house of prayer"; Acts 2:42; Phil 4:6 "by prayer and petition," with δέησις "petition" |
| κἀκεῖθεν | and from there | and they departed thence / they went on from there | Crasis of καί + ἐκεῖθεν "from there" (settled), as κἀκεῖ "and there" (234h): 9:30; Acts 7:4; 13:21 |
| παραπορεύομαι | pass along | passed by / passed by / were passing by | To go along beside: Matt 27:39 "those passing along"; Mark 2:23; 9:30; 11:20; 15:29. "Pass by" is παρέρχομαι's; a false clash with πορεύομαι "go" (to be declared) |
| Γαλιλαία | Galilee | Galilee / Galilee / Galilee | "Galilee of the nations" (9:1; Matt 4:15). Swete spells Γαλειλαία |
| γινώσκω | come to know; know (present and imperfect of knowledge held; Luke 1:34; John 1:48; 2:24–25, 281); knew (aorist, where the knower is the son or God; John 17:25, 287b) | know | "The wood of coming to know beautiful and evil" (2:17). Kept apart from οἶδα "know". Every passive is "be made known," a construction: with a dative of person "be made known to" (Exod 25:21; 173a), and bare (Ps 76:20 "your tracks will not be made known"; 78:10; Phil 4:5 "let your forbearing *spirit* be made known to all humans" (197a as amended by 198a; "gentleness" is πραΰτης's; 309f)). With God as subject the English names the act of knowing, not a learning: Ps 43:22 "he comes to know the secrets of the heart" (194a) |
| διδάσκω | teach | teacheth / trains | Matt 28:20; Ps 17:35, 36 |
| παραδίδωμι | hand over | deliver | Give over into another's hands: of enemies (14:20), of Jesus "on the night he was handed over" (1 Cor 11:23), of tradition (1 Cor 15:3). "Betray" is the expected English in the passion narratives; the home gloss keeps the one verb |
| ἀποκτείνω | kill | slay / kill | |
| ἀγνοέω | be ignorant | ignorant / — / ignorant | Rom 1:13 "I do not want you to be ignorant"; 1 Tim 1:13 |
| ῥῆμα | word | word | A thing said, and the thing it tells of (Luke 2:15, 19). "Logos" is λόγος's (64); "word" is free in the Greek |
| φοβέω | fear | be afraid / fear | Passive in form, "I feared" (3:10) |
| Καφαρναούμ | Capernaum | Capernaum | |
| οἰκία | house | house | The building and the household (Matt 7:24–27; John 4:53). One root with οἶκος "house" (95, to be declared) |
| διαλογίζομαι | reason | imagined / devised | To reason, argue with oneself: Mark 2:6, 8 "why do you reason these things in your hearts?"; Luke 3:15; 12:17 |
| ὁδός | way | way | |
| σιωπάω | be quiet | held their peace / were silent | To keep still, say nothing. "Be silent" is σιγάω's. One root with παρασιωπάω "keep quiet" (95, report: declare) |
| διαλέγομαι | converse | speak / speak / speak | To talk with, to reason with: "conversing with Pharaoh" (6:27); Paul "conversed with them from the writings" (Acts 17:2; 20:7); Mark 9:34; Jude 9 |
| μέγας | great | great | |
| καθίζω | sit down; seat (transitive, with a person seated; Eph 1:20; Acts 2:30) | rest / come to rest | Intransitive "sit down" (Matt 5:1; of the chest, 8:4); transitive "seat" (Eph 1:20), where the collocation decides |
| φωνέω | give voice; call for (with a person, 233k; Mark 9:35, 236); call (with a person and a title in the nominative, John 13:13; 286d) | speak / make a sound / mutter | To sound with the voice: Ps 113:15 "they will not give voice in their throat," for the Masoretic "murmur" (הָגָה). One root with φωνή "voice" (95, to be declared). Of calling a person by name or summons (Mark 10:49; John 1:48; 13:13) the collocation decides when reached, and of a cock's crowing (Matt 26:34) |
| δώδεκα | twelve | twelve | |
| ἔσχατος | last | hindermost / last / last | Matt 19:30; 20:16 "the last shall be first"; John 6:39–54 "on the last day" |
| διάκονος | waiter | minister; servant / servant | 233a: the one who waits at table (John 2:5, 9). Mark 9:35 "waiter of all"; 10:43; Rom 16:1; Phil 1:1; 1 Tim 3:8–12. One root with διακονέω "wait on." The WPRB reads "servant" |
| λαμβάνω | take | take | |
| μέσος | middle | midst | ἐν μέσῳ "in the middle" (1:6; 2:9); with ἀνά, "between" |
| ἐναγκαλίζομαι | take in the arms | had taken him in his arms / taking him in his arms | 9:36; 10:16 only. A split tag: "taking it in his arms" |
| δέχομαι | receive | receive | Luke 2:28; Acts 7:59 |
| τοιοῦτος | such | about this time / one day / such | Matt 9:8; John 4:23; 1 Cor 5:1 |
| ὄνομα | name | name | |
| ἀποστέλλω | send | send forth | The verb of the apostle, the one sent (Matt 10:5, 16; John 20:21). "Send out" is ἐξαποστέλλω's |
| δαιμόνιον | demon | devil / demon / demon | Cognate (57): the Greek word is a lesser divine power, which the Septuagint gives to the gods of the nations (Ps 95:5; Deut 32:17) and to שֵׁד (Ps 90:6; 105:37), and the New Testament to the unclean spirits Jesus casts out (Mark 1:34) and to "foreign demons" (Acts 17:18, KJV "strange gods"); 1 Cor 10:20–21 joins the two. The KJV's "devil" belongs to διάβολος. |
| κωλύω | hinder | withhold / withhold / prevent | "Do not hinder them" (Matt 19:14); "What hinders me?" (Acts 8:36) |
| ἀκολουθέω | follow | — (the KJV and RSV render the Hebrew) | To go behind, follow: Matt 4:20, 22; 8:19; 9:9; Mark 1:18; John 1:37–43 |
| ταχύ | quickly | lightly / soon | The neuter of ταχύς used as the adverb, one word with ταχύς "quickly (adverb)" and ταχέως (95) |
| κακολογέω | speak bad of | curseth / curses / speak evil of | To speak bad words of, of κακός "bad": 21:16, quoted at Matt 15:4 and Mark 7:10; Mark 9:39 "speak bad of me"; Acts 19:9. "Curse" is καταράομαι's |
| ποτίζω | give drink | water | "Give drink" to the land and the paradise (2:6, 10; 1 Cor 3:6–8; Matt 10:42) |
| ποτήριον | cup | cup / cup / cup | Matt 26:27, 39 "let this cup pass from me"; 1 Cor 11:25 |
| Χριστός | Christos | Christ / anointed | Transliterated in the New Testament and the Septuagint version alike (66); the Masoretic version reads "anointed" (68). Acts 4:26 quotes Ps 2:2 |
| μισθός | wage | reward / reward / wage | The pay of a hired worker (Matt 20:8; Luke 10:7 "the worker is worthy of his wage"; Jas 5:4) and the reward that answers to it (Matt 5:12; 6:1–5). The Masoretic version has the same English for שָׂכָר. The seed is adopted |
| σκανδαλίζω | make stumble; be made to stumble (passive) | be offended / fall away | 233f: Mark 4:17; 6:3; 9:42–47; 14:27, 29; Rom 14:21; 1 Cor 8:13. One family with σκάνδαλον "stumbling block" (89, 95). Not "scandalize" |
| μικρός | small | small / small / small | "From small to great" (Acts 8:10; Heb 8:11); Matt 18:6, 10. κατὰ μικρόν "little by little," a construction (Exod 23:30; Deut 7:22 LXX; 172a). The neuter μικρόν as an adverb, "a little" (ἔτι μικρόν "still a little," Isa 10:25; 28:13, 25; John 14:19; 232e) |
| μᾶλλον | more; rather (setting one course against another; Matt 10:6, 28) | more / worse / more | "How much more" (Matt 6:30); "rather" (Matt 10:6), where the collocation decides |
| ὀνικός | donkey's | millstone / great millstone | "Of a donkey," the mill a donkey turns (μύλος row: Matt 18:6); one root with ὄνος "donkey" (95) |
| μύλος | mill | mill / handmill / mill | The grinding mill and its stone: Matt 24:41 "two women grinding at the mill"; Matt 18:6 μύλος ὀνικός "a donkey's mill"; Rev 18:21–22. The Masoretic version reads "millstones" (רֵחַיִם), and "behind" where the Greek has "beside" |
| περίκειμαι | lie around | were hanged about / were hung round | To lie around something: Mark 9:42; Luke 17:2; Acts 28:20 (the chain); Heb 5:2; 12:1 "a cloud of witnesses lying around us." With ἐπίκειμαι "lie on" and κεῖμαι "be laid" (95) |
| τράχηλος | neck | neck / neck / neck | Matt 18:6; Acts 15:10 "a yoke on the neck"; Rom 16:4 |
| θάλασσα | sea | sea | |
| ἀποκόπτω | cut away; cut off (middle, of oneself; Gal 5:12) | — / — / cut off | To cut off from (Mark 9:43, 45 "cut it away"; John 18:10, 26; Acts 27:32 "cut away the ropes"; Gal 5:12). One root with κόπτω "cut" (95); "cut off" is ἐκκόπτω's, "cut down" κατακόπτω's |
| ζωή | life | life | "A soul of life" (1:30); "the wood of life" (2:9) |
| κυλλός | maimed | maimed / maimed | Crippled in a limb: Mark 9:43; Matt 15:30–31; 18:8 |
| δύο | two | two | |
| ἀπέρχομαι | go away | return / depart | 3:19, where the Masoretic version reads "return" |
| γέεννα | Gehenna | hell / hell | The place-name transliterated (18; 233i): the valley of Hinnom south of Jerusalem (Josh 15:8; 18:16 LXX), the site of Topheth (Jer 7:31–32) and the burning of children; Isa 66:24's unquenched fire stands behind it at 9:48. Mark 9:43, 45, 47; Matt 5:22–30; 10:28; 18:9; 23:15, 33; Luke 12:5; Jas 3:6. ᾅδης is "Hades." The WPRB keeps "Gehenna": "hell" would import a sense the source lacks |
| ἄσβεστος | unquenchable | that never shall be quenched / unquenchable | The privative of σβέννυμι "quench" (95): Mark 9:43; Matt 3:12; Luke 3:17 |
| πούς | foot | foot | |
| χωλός | lame | lame | One root with χωλαίνω "go lame" (95, to be declared); substantival, "lame *ones*" (33:23) |
| ὀφθαλμός | eye | eye | |
| μονόφθαλμος | one-eyed | with one eye / with one eye | Mark 9:47; Matt 18:9 |
| σκώληξ | worm | worms; maggot | Mark 9:48 "where their worm does not die." One Greek word where the Masoretic version has two (תּוֹלָע "worm," רִמָּה "maggot," 16:20, 24) |
| τελευτάω | decease | die / perish | "Come to the end" of life (Matt 2:19; 22:25). "Die" is ἀποθνῄσκω's |
| σβέννυμι | quench | quench / quench / quench | Matt 12:20 (Isa 42:3); Mark 9:48 (Isa 66:24) "the fire is not quenched"; Eph 6:16 |
| ἁλίζω | salt (v.) | shall be salted / will be salted | 9:49; Matt 5:13. One root with ἅλς, ἅλας, ἅλα "salt" and ἄναλος "saltless" (95): Mark's salt chain, 9:49–50 |
| ἅλας | salt | salt / salt | The Hellenistic form of ἅλς "salt" (settled), one word (95): Mark 9:50; Matt 5:13; Luke 14:34; Col 4:6 |
| ἄναλος | saltless | have lost his saltness / has lost its saltness | The privative of ἅλς (95): Mark 9:50 only |
| ἀρτύω | flavor | season / season | To make ready and to season food: Mark 9:50; Luke 14:34; Col 4:6. "Season" is ὥρα's (229b), "make savory" ἡδύνω's |
| ἅλα | salt | salt / salt | A by-form of ἅλς / ἅλας (9:50 SBLGNT with WH Treg NA28; RP ἅλας), one word (95) |
| εἰρηνεύω | be at peace | have peace / be at peace | The verb of εἰρήνη "peace" (95): Mark 9:50; Rom 12:18; 2 Cor 13:11; 1 Thess 5:13 |