New Testament · John · Reader's edition
John 11
The Greek (SBLGNT)
Read this chapter in the manuscript: Codex Vaticanus (Vat. gr. 1209), at the Vatican Library: p. 1366 · p. 1367 · p. 1368.
B p. 1366 1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται.
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν,
15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
B p. 1367 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.
24 λέγει αὐτῷ ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν.
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.
39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω.
44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
B p. 1368 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Greek text: the SBL Greek New Testament (SBLGNT), © Society of Biblical Literature and Logos Bible Software, CC BY 4.0. Its text-critical sigla are omitted here; its double brackets ⟦ ⟧, which mark the shorter and the longer ending of Mark, are kept.
Notes
- Decision↩ Back to the text
Expected: "that anointed the Lord with ointment" (KJV)
ἀλείφω with the dative of the ointment is "rub" (the row's split by construction; "rub with oil" is its home), and μύρον "ointment": "rubbed the Lord with ointment." "Anoint" is χρίω's, the verb of Christos (66), and the house keeps the two verbs apart. ἐκμάσσω "wipe dry" (the row) and θρίξ in the plural, "hairs," as Greek and the reviewed Matt 10:30 have it. The relative ἧς is Mary's: her brother is the Lazarus of 11:1. The deed itself is told at 12:3. The reader's edition reads "put perfume on the Lord."
- Decision↩ Back to the text
Expected: "he whom thou lovest is sick" (KJV)
φιλέω "hold dear" (the row; 280t keeps it in both editions) and ἀγαπάω "love" are two verbs, and the English keeps them two: 11:3 the sisters' "the one you hold dear," 11:5 the narrator's ἠγάπα, "Now Jesus was loving Martha and her sister and Lazarus," the imperfect printed imperfect (233w), and 11:36 the Judeans' ἐφίλει, "how he was holding him dear," the imperfect again. The KJV has "love" at all three sites. The reader's edition reads "hold dear," "loved," "held him dear," so that the two verbs stay apart there too. 11:5 and 11:36 carry this note.
- Decision↩ Back to the text
Expected: "Let us go" (KJV)
ἄγωμεν, the hortatory subjunctive of ἄγω, is "let us go," the row's split by construction (233k; Mark 1:38; 14:42), apart from the home "lead." At 11:16 καὶ ἡμεῖς follows the verb, "Let us go, we too," Thomas setting the disciples beside Jesus. 11:15 and 11:16 carry this note.
- Decision↩ Back to the text
Expected: "he shall do well" (KJV)
σωθήσεται, the future passive of σῴζω "save" (the row): "he will be saved," the disciples' word for coming through the sickness, the same verb the gospel uses of the life Jesus gives (3:17; 5:34; 10:9). The English keeps the one verb so that both hearings stand. The reader's edition reads "he will get well," the disciples' meaning, which is the reading here.
- Decision↩ Back to the text
Expected: "but they thought that he had spoken of taking of rest in sleep" (KJV)
κοίμησις is the noun of κοιμάομαι "fall asleep" (11:11–12; one root, 95), here first-fixed as "falling asleep," and set beside ὕπνος "sleep": "the falling asleep of sleep," the ordinary sleep the disciples hear, against the death Jesus spoke of. ἔδοξαν ὅτι with no μή keeps δοκέω's home "seem" (283a widened "presume" only to μή with a ὅτι clause), the form of the reviewed Matt 6:7 and 26:53, with ἐκεῖνοι "those ones" as the persons to whom it seemed; 11:31 δόξαντες ὅτι the same. λέγει, the present, stands inside the thought: "that he is speaking." εἰρήκει, the pluperfect, "had spoken."
- Decision↩ Back to the text
Expected: "Thomas, which is called Didymus" (KJV)
Θωμᾶς ὁ λεγόμενος Δίδυμος (280l): ὁ λεγόμενος "called" (238b). Δίδυμος is the Greek word for "the Twin," and Thomas is the Aramaic name of the same meaning; the gospel gives the name and its Greek together (20:24; 21:2). The name is printed, "Didymus," as a name, not the common noun δίδυμος "twins." συμμαθητής "fellow-disciple," first-fixed here, one root with μαθητής "disciple" (95).
- Decision↩ Back to the text
Expected: "about fifteen furlongs off" (KJV)
στάδιος, the Greek measure of about 185 metres, transliterated as the house prints its measures (237h), "stadia" in the plural; fifteen stadia is a little under three kilometres. ὡς ἀπό is "about … off," ἀπό of the distance away. The KJV's "furlong" is an English measure of another length. The reader's edition reads "a little less than two miles away."
- Decision↩ Back to the text
Expected: "I am the resurrection, and the life" (KJV)
ἀνάστασις "rising" (CORE), the noun of ἀνίστημι "rise," which Jesus and Martha have just used: "Your brother will rise … he will rise in the rising on the last day … I am the rising." The chain the Greek makes is kept. The predicated "I am" prints its predicate (280f). πιστεύω εἰς "believe in" (280j); κἄν "even if" (the row). The reader's edition reads "the resurrection."
- Decision↩ Back to the text
Expected: "I believe that thou art the Christ, the Son of God" (KJV)
πεπίστευκα, the perfect, "I have believed," a faith already held and still held (233w). The confession's run σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ is the reviewed Matt 16:16's, and its English is printed for those words (gate 4d, 280q): "you are the Christos, the son of God"; Martha's confession has no "living." "The one coming into the kosmos," ὁ εἰς τὸν κόσμον ἐρχόμενος, is her own.
- Decision↩ Back to the text
Expected: "called Mary her sister secretly" (KJV)
φωνέω with a person as object is "call for" (the row's split, 233k; Mark 9:35; 10:49), apart from the home "give voice": she calls for Mary, and "the teacher … calls for you." λάθρᾳ "covertly" (the row), so that the Judeans in the house do not hear. 11:28's second φωνεῖ carries this note.
- Decision↩ Back to the text
Expected: "he groaned in the spirit, and was troubled" (KJV)
ἐμβριμάομαι "fume at" (the row; Mark 1:43; 14:5; Matt 9:30): one gloss at every site, so that John's verb is Mark's. Here it has no object, and prints "fumed": ἐνεβριμήσατο τῷ πνεύματι "he fumed in the spirit," and at 11:38 ἐμβριμώμενος ἐν ἑαυτῷ "fuming in himself." The verb is anger, a snort, not a groan of grief, and no one is warned. καὶ ἐτάραξεν ἑαυτόν is active with the reflexive, "and troubled himself" (ταράσσω "trouble"); the KJV's "was troubled" turns it passive. The reader's edition reads "he was angry in his spirit and troubled himself" and at 11:38 "again angry within himself," the reading kept; its "warned sternly" belongs to the verb with a person as object. 11:38 carries this note.
- Decision↩ Back to the text
Expected: "Jesus wept" (KJV)
δακρύω "shed tears" (the row), one root with δάκρυ "tear" (95), and kept apart from κλαίω "weep," which John has just used of Mary and the Judeans (11:31, 33). The KJV's "wept" gives the two verbs one English. The reader's edition reads "Jesus shed tears," so that the two verbs stay apart there too.
- Decision↩ Back to the text
Expected: "for he hath been dead four days" (KJV)
τεταρταῖος, first-fixed here as "fourth-day," is the adjective of τέταρτος "fourth" (one root, 95), used of what belongs to the fourth day: τεταρταῖός ἐστιν, "he is a fourth-day one," the supplied one in italics. The KJV supplies "dead" and turns the adjective into a count of days. τετελευτηκότος, the perfect participle of τελευτάω "decease" (the row; "die" is ἀποθνῄσκω's), "of the one who had deceased." ὄζω "stink" (the row); γάρ "for." The reader's edition reads "because he has been dead four days."
- Reading↩ Back to the text
Ruling 60
SBLGNT ends the clause at τὸν λίθον, "So they lifted the stone," with WH, Treg and NA28; RP adds οὗ ἦν ὁ τεθνηκὼς κείμενος, "from where the one who had died was lying," which the KJV follows: "Then they took away the stone from the place where the dead was laid." The apparatus line is
λίθον WH Treg NA28 ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP. The KJV reader finds a clause SBLGNT does not print. - Decision↩ Back to the text
Expected: "bound hand and foot with graveclothes" (KJV)
κειρία, first-fixed here as "webbing," is a strip of woven band, the word the Septuagint uses of a bed's cords (Prov 7:16), here the bands that tied the body; the plural prints the gloss's plural, "webbings." "Bandage," "binding," "band," "wrap," "swathe" and "strip" are other words' glosses, and ὀθόνιον "linen cloth" is the cloth of 19:40 and 20:5. δεδεμένος "bound" (δέω), with the feet and the hands as what is bound, "at the feet and the hands," the supplied at in italics. The KJV's "graveclothes" names a garment the Greek does not. The reader's edition reads "strips of cloth."
- Decision↩ Back to the text
Expected: "and his face was bound about with a napkin" (KJV)
Ruling 2
ὄψις "appearance" (the row; John 7:24), here of the face as it is seen, and σουδάριον "napkin" (the row; 20:7). περιεδέδετο, the pluperfect passive of περιδέω, first-fixed here as "bind around" (one root with δέω "bind," 95): "had been bound around," the binding done before he came out. The reader's edition reads "a cloth was wrapped around his face."
- Decision↩ Back to the text
Expected: "let him go" (KJV)
ἀφίημι with an infinitive is "let" (the row's split, 233k): ἄφετε αὐτὸν ὑπάγειν, "let him depart," ὑπάγω "depart" (the row). At 11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως has no infinitive, and the one understood is supplied in italics, "if we let him go on thus" (233k: "or one understood"); the KJV's "If we let him thus alone." 11:48 carries this note.
Words in this chapter (194)
| Word | Gloss | Instead of | Note |
|---|---|---|---|
| εἰμί | be | be | Kept apart from γίνομαι "come to be" |
| ἀσθενέω | be weak; make weak (with an object) | — / — / — | Split by construction (20): with an object, causative, "you have made many weak" (2:8), for the Masoretic version's "made stumble" |
| Λάζαρος | Lazarus | Lazarus / Lazarus | The name; 16:20–25; John 11–12 |
| Βηθανία | Bethany | Bethany | The village on the Mount of Olives (11:1, 11, 12; 14:3; John 11:1, 18); the Bethany beyond the Jordan (John 1:28) is a second referent of the same name |
| κώμη | village | — (the KJV and RSV render the Hebrew) | An unwalled settlement, as against πόλις "city"; the Gospels' villages |
| Μαριάμ | Miriam; Mary | Miriam / Miriam / Mariam | One Greek name for Moses' sister (6:20; 15:20) and for the Marys of the gospels, printed by referent (149a) |
| Μάρθα | Martha | Martha / Martha | The familiar form (18) |
| ἀδελφή | sister | sister | |
| ἀλείφω | rub with oil; rub (with a dative naming the oil or ointment) | anoint / anoint / anoint | To oil the body or a thing (Mark 6:13; Luke 7:38, 46; Jas 5:14); "anoint" is left for χρίω, the verb of Christos (66) |
| κύριος | Lord | the LORD | κύριος for the Tetragrammaton prints "Lord" in regular type (63); small capitals belong to the Masoretic version. κύριος ὁ θεός is "the Lord God." In Gen 2 the Greek has the pair at vv. 4, 8, 15, 16, 18 and 22, and θεός alone where the Masoretic version reads ADONAI Elohim at vv. 5, 7, 9, 19 and 21 |
| μύρον | ointment | ointment / ointment / myrrh-oil | 30:25 "a perfumed ointment," for the Masoretic "a perfume"; Mark 14:3 "an alabaster flask of ointment of nard"; John 12:3; Luke 7:37–38 |
| ἐκμάσσω | wipe dry | wipe / wipe | 7:38, 44; John 11:2; 12:3; 13:5. "Wipe off" is ἀπαλείφω's |
| πούς | foot | foot | |
| θρίξ | hair | hair / hair / hair | 25:4 "goats' hair"; Matt 10:30 "the hairs of your head"; Rev 1:14. δασύς is "hairy," τρίχινος "of hair" (95) |
| ἀδελφός | brother | brother | |
| ἀποστέλλω | send | send forth | The verb of the apostle, the one sent (Matt 10:5, 16; John 20:21). "Send out" is ἐξαποστέλλω's |
| λέγω | say; called (ὁ λεγόμενος, the passive participle naming a person or place; Mark 15:7, 238b); call (with two accusatives; Luke 20:37, 255e) | say | |
| ἴδε | look | behold | One particle with ἰδού "look" (88's rule, 233l); against βλέπω "look" (the verb) a false clash to be declared (116, as נָבַט / הִנֵּה, 119) |
| φιλέω | hold dear; kiss (with a person, of the greeting) | love / love / love; kiss | Split by construction (20, 148b): "kiss" for the act (27:26–27; Matt 26:48; Mark 14:44), "hold dear" elsewhere (John 5:20; 11:3, 36; 21:15–17). "Love" is ἀγαπάω's, so John 21:15–17 keeps its two verbs |
| Ἰησοῦς | Joshua (Nun's son, by referent); Jesus (by referent; Jude 5, where the base text reads Ἰησοῦς, 320b) | Joshua; Jesus | One Greek name, printed by its referent (149a): "Joshua" for the son of Nun in the Masoretic version's form (145f; Acts 7:45; Heb 4:8), "Jesus" in the New Testament. The identity of the two names is shown at first use (17:9; 171b) |
| ἀκούω | hear | hear | |
| ἀσθένεια | weakness | sorrows / sorrows | Rom 8:26 "the spirit helps our weakness"; 2 Cor 12:9 "power is perfected in weakness"; Matt 8:17. The noun of ἀσθενέω "be weak" (95). At Ps 15:4 for "pains" (עַצְּבוֹת), marked |
| θάνατος | death | death | |
| δόξα | glory | glory / wealth / glory | The weight of a person's standing, and then the brightness of God: Luke 2:9, 14; John 1:14. In 31:1, 16 the wealth that makes Jacob's standing; the Masoretic version also has "glory" (כָּבוֹד, 129k) |
| θεός | God; goddess (with the feminine article, of a female deity; Acts 19:37; 263d) | God | Capitalised for the God of Israel (9); the Masoretic version's "Elohim" does not carry over. Lowercase "god, gods" where the Greek speaks of other gods |
| υἱός | son | son | |
| δοξάζω | glorify | triumphed / triumphed / — | The verb of δόξα "glory" (95, to be declared): the Song's refrain and chain (15:1, 2, 6, 11, 21); John 12:28; 17:1–5. The perfect δεδόξασται is passive, "he has been glorified." Kept apart from ἐνδοξάζω "make glorious" (14:4) |
| ἀγαπάω | love | lovest / love / have loved | Mark 12:30–31; John 3:16; 21:15–17, where it stands beside φιλέω (which takes its own gloss when reached) |
| μένω | remain | abide / remain / remain | John 1:38–39; 15:4–10 |
| δύο | two | two | |
| ἡμέρα | day | day | |
| τόπος | place | place | |
| ἔπειτα | thereafter | then / then | 16:7; 1 Cor 15:6–7; Gal 1:18, 21; 1 Thess 4:17; Heb 7:2, 27. "Then" is τότε's, "next" εἶτα's, "afterward" ὕστερον's |
| μαθητής | disciple | disciples | The ordinary English of the relation (233b); "learner" is the root's sense (μανθάνω "learn," one root declared, 95); μαθητεύω "make a disciple" |
| ἄγω | lead; let us go (ἄγωμεν, hortatory; Mark 1:38; 14:42); bring (impersonal, of a span of time; Luke 24:21, 256) | bring | "Led them to Adam," "led her to Adam" (2:19, 22); Rom 8:14. The interjection ἄγε (ἄγε νῦν "Come now," Jas 4:13; 5:1), which the tagger gives this id, is a function word and prints untagged (319b) |
| Ἰουδαία | Judea | Judah / Judah | The land of the Judeans: Ps 47:12 "the daughters of Judea," where the Masoretic version reads "Judah," marked {name} (151f); Matt 2:1, 5; Luke 1:5; Acts 1:8. Ἰουδά / Ἰούδας "Judah" is the patriarch and the tribe |
| πάλιν | again | again | |
| ῥαββί | Rabbi | Master / Master | A title under 18, not a device (233b): 9:5; 11:21; 14:45; John 1:38 glosses it διδάσκαλε |
| νῦν | now; present (attributive, between article and noun; Gal 4:25 "the present Jerusalem") | now | Split by construction (296c): "present" only as an attributive between article and noun; "now" holds elsewhere |
| Ἰουδαῖος | Judean | Jew | Of Ἰουδαία "Judea" (one root, 95, to be declared); see 19:17. |
| ζητέω | seek | find / find / seek | Matt 6:33; 7:7. "Seek out" is ἐκζητέω's |
| λιθάζω | pelt with stones | stoned / stoned | 5:26; 14:19; John 8:5; 10:31–33; 11:8; 2 Cor 11:25; Heb 11:37. "Stone (v.)" is λιθοβολέω's, "stone down" καταλιθάζω's. See 5:26 |
| ὑπάγω | depart; draw off (transitive) | caused to go back / drove back / — | Split by construction (20): intransitive "depart" (Matt 4:10 "Depart, Satan"; John 7:33; 16:5 "I depart to the one who sent me"); transitive, of the sea drained away, "draw off" (14:21). "Go away" is ἀπέρχομαι's, "withdraw" ἀφίσταμαι's |
| ἀποκρίνομαι | answer | answer | The participle with a verb of saying, "answering, said" (Matt 3:15) |
| οὐχί | no; *is it* not (interrogative) | nay / no / no | The emphatic negative (Luke 1:60; 12:51). Split by construction or collocation, 193e. |
| δώδεκα | twelve | twelve | |
| ὥρα | hour; season (where no time is being reckoned, 229b) | season / season / season | The hour (Matt 26:45; John 2:4); εἰς ὥρας, "into hours," the season come round (18:10, 14) |
| περιπατέω | walk | walk | The New Testament's verb of walking and of conduct (Rom 6:4; Eph 4:1) |
| προσκόπτω | stumble; stub (transitive, with a body part as object); beat against (of wind or water against a thing; Matt 7:27) | dash; stumble / strike; stumble / dash; stumble | One root with πρόσκομμα "stumbling" (95, 194c): Rom 9:32 "they stumbled on the stone of stumbling"; John 11:9–10. With a body part as object the verb is transitive, "stub" (Ps 90:12 "lest you stub your foot against a stone"; Matt 4:6; Luke 4:11), a split by construction (20, 198b). Of winds against a house (Matt 7:27) "beat against" by D note when reached. |
| βλέπω | look; see to (with a duty as object; Col 4:17; 310a) | see / see / see | To look, to have sight: Matt 13:13–16; Mark 13:5 "look out"; 2 Cor 4:18; Col 2:8 "look out lest"; with an accusative of the thing warned against, "look out for" (Mark 8:15; 12:38; Phil 3:2 ×3, 307c; σκέπτομαι "look out for" is the other verb that holds the phrase, so the construction stays in this note and not in the gloss column). "See" is ὁράω's; the compounds keep "look up," "look to," "look around," "look down" |
| φῶς | light | light | |
| κόσμος | kosmos | host / world | Order and adornment, then the ordered whole and the world (1 Pet 3:3; John 1:10; 3:16). The Greek cognate, like "logos" and "kairos"; see 2:1 |
| νύξ | night | night | |
| φίλος | friend | friend / friend / friend | 33:11 "as if anyone should speak to his own friend," for the Masoretic "fellow"; Jas 2:23 "friend of God"; John 15:13–15 |
| κοιμάομαι | fall asleep; be asleep (the present participle with εἰμί, of one sleeping; Acts 12:6; 261d) | sleeping / sleeping | See 12:6 |
| πορεύομαι | go | go | |
| ἐξυπνίζω | awaken | awake him out of sleep / awake him out of sleep | To wake one out of sleep (John 11:11 "so that I may awaken him"). One sense from two words with ἐξυπνόω "awaken" (G92253; Judg 16:14, 20; 3 Kgdms 3:15), the Septuagint's form of the same verb (146b); ἔξυπνος "roused from sleep" (Acts 16:27) is the root's adjective (95). "Wake" is ἐγείρω's, "wake up" ἐξεγείρω's, "rouse" ἐπεγείρω's |
| σῴζω | save | escape / flee / save | Matt 1:21. The middle and passive "save oneself, be saved" (19:17, 20, 22), for the Masoretic version's "slip away" |
| δοκέω | seem; presume (with μή and an infinitive of thought or speech, Matt 3:9; with μή and a ὅτι clause, John 5:45; 240, 283) | seem / seem / seem | A split by construction (20, 240b): "do not presume to say in yourselves" (Matt 3:9); "seem" holds elsewhere, "seem *to yourselves*" with an infinitive and no μή (Luke 24:37; John 5:39; 283a) (1 Cor 12:22). "Think" is ὑπολαμβάνω's, "suppose" οἴομαι's |
| κοίμησις | falling asleep | taking of rest / rest | The noun of κοιμάομαι "fall asleep" (one root, 95): John 11:13 "the falling asleep of sleep," set beside ὕπνος "sleep." "Repose" is ἀνάπαυσις's, "rest" κατάπαυσις's, "slumber" καθεύδω's. See 11:13 |
| ὕπνος | sleep | dream / dream / sleep | Matt 1:24; Rom 13:11. "Go to sleep" is ὑπνόω's |
| παρρησία | outspokenness; openness (where a thing is shown and nothing said; Col 2:15, 307c) | openly / plainly | Saying everything (πᾶν + ῥῆσις): speech that holds nothing back (Mark 8:32; John 7:13, 26; 10:24; Acts 2:29; 4:13, 29, 31 "with all outspokenness"; 2 Cor 3:12; Eph 3:12; Heb 4:16; 10:19, 35; 1 John 2:28). "Openly" is φανερῶς's; παρρησιάζομαι "speak boldly" (settled) is one root (95, to be declared). The split "openness" (307c) holds where a thing is displayed and nothing is spoken (Col 2:15 "made an example *of them* in openness"); John 7:4 and 11:54 print the home "outspokenness" at the same collocation and are listed for the Phase 2 concordance pass |
| ἀποθνῄσκω | die | die | |
| χαίρω | rejoice; Rejoice (the greeting χαῖρε, held; Mark 15:18, 238a) | was glad / pleased / rejoiced | Luke 1:14; Phil 4:4. One root with συγχαίρω "rejoice with"; the greeting χαῖρε is decided with the New Testament |
| πιστεύω | believe; entrust (accusative of the thing, dative of the person; Luke 16:11, 254) | believe | Rom 4:3; Gal 3:6; Jas 2:23 quote 15:6; John 3:16. See 15:6 |
| Θωμᾶς | Thomas | Thomas | One of the twelve (3:18; John 11:16, "the one called Didymus") |
| συμμαθητής | fellow-disciple | fellowdisciples / fellow disciples | One root with μαθητής "disciple" (95), as the house's other "fellow" compounds (συμπολίτης "fellow-citizen," σύνδουλος "fellow slave"): John 11:16 |
| ἔρχομαι | come | come | |
| εὑρίσκω | find | find | |
| ἔχω | have; fare (with an adverb); holding (to) (the middle participle, of joined things); adjoining (the middle participle of what lies next, places and days; Mark 1:38; Luke 13:33); give (with χάριν and a dative, the slave credited; Luke 17:9, 255b); be thus (οὕτως ἔχειν, of a state; Acts 12:15; 261d); be (with ἑτοίμως, of a state; Acts 21:13; 263e); for the present (τὸ νῦν ἔχον, with νῦν; Acts 24:25, 264e) | have | Split by construction (152e): with an adverb, "fare" (πῶς ἔχετε, 43:27; Acts 15:36). The middle participle of joined things, "holding (to)," a construction (Exod 26:3; 173a), of persons in order (Ps 67:26, 196c) and of the upright holding to justice (Ps 93:15) (198e) |
| ἤδη | already; now (ἤδη ποτέ, now at last; Rom 1:10; Phil 4:10, 290d) | — / — / already | John 3:18; 4:35 |
| τέσσαρες | four | four | |
| μνημεῖον | tomb | sepulchres; burying place / tombs / tombs | The burial place as a memorial (Mark 16:2; John 11:38; Luke 11:47 "you build the tombs of the prophets"). "Grave" is τάφος's |
| ἐγγύς | near | near / near / near | Matt 24:32–33 |
| Ἱεροσόλυμα | Jerusalem | Jerusalem | The Greek plural form of the city's name (3:8, 22; 7:1; 10:32–33; 11:1–27); Ἱερουσαλήμ, the Septuagint's form, prints the same English when reached; Ἱεροσολυμίτης "Jerusalemite" (1:5) |
| δεκαπέντε | fifteen | fifteen / fifteen | Acts 27:28; John 11:18; Gal 1:18 |
| στάδιος | stadion; stadia (plural) | furlongs / furlongs | The Greek measure of distance, about 185 metres, transliterated as the house prints its measures and coins (237h): 14:24 "many stadia"; Luke 24:13; John 6:19; 11:18; Rev 14:20; 21:16. The KJV's "furlong" is an English measure of another length. The WPRB reads "a long way" or gives the distance in miles |
| πολύς | many; much; large (with a singular collective) | many / numerous | "Many" with a count, "much" with a mass (Matt 13:5; John 3:23). Split by construction or collocation, 193e. The superlative, "most" (τὸ πλεῖστον, Isa 7:22; 9:3; 232e), as the comparative is "more" (168i) |
| παραμυθέομαι | console | comfort / console | To speak to one in grief or need (John 11:19, 31; 1 Thess 2:12; 5:14). "Comfort" is παρακαλέω's, "encourage" προτρέπομαι's. παραμυθία and παραμύθιον (1 Cor 14:3; Phil 2:1) are the root's nouns (95) |
| ὑπαντάω | meet | met | To come to meet a person (Matt 8:28; John 11:20, 30; 12:18). Shares "meet" with ἀπαντάω (G528): one sense from two words, to be declared (146b) |
| καθέζομαι | sit | sat / sat | One sense from two words with κάθημαι "sit" (146b): Matt 26:55 "day by day in the temple I was sitting, teaching"; Luke 2:46; John 4:6; 11:20; 20:12; Acts 6:15; 20:9. "Sit down" is καθίζω's. The reader's edition reads "sat" |
| οἶκος | house; at home (ἐν οἴκῳ, anarthrous; 1 Cor 14:35) | house / household | The household as well as the building (Acts 16:31) |
| οἶδα | know | know | Kept apart from γινώσκω "come to know" (2:9 against 2:17; John 21:17 has both) |
| ὅσος | as many as; as much as (singular); how many (opening an indirect question; Acts 9:13, 16) | everything that | "All the things, as many as he had made" (1:31). Split by number (20, 199e): the singular measures an amount, "as much as" (Ps 102:12 καθ' ὅσον) |
| αἰτέω | request | ask, borrow / ask / ask | See 3:22. Ask for, request (Matt 7:7–11; John 14:13–14; 1 John 5:14–16). "Ask" is ἐρωτάω's, "beg" δέομαι's |
| δίδωμι | give | give | |
| ἀνίστημι | rise; make rise (transitive) | rise up | "Rise" (Mark 1:35; 1 Thess 4:16), left free for it (G393); "wake" is ἐγείρω's. The transitive is "make rise" (145d; Ps 40:11 "make me rise") |
| ἀνάστασις | rising | raise; resurrection; die | |
| ἔσχατος | last | hindermost / last / last | Matt 19:30; 20:16 "the last shall be first"; John 6:39–54 "on the last day" |
| ζωή | life | life | "A soul of life" (1:30); "the wood of life" (2:9) |
| κἄν | and if; even if | and if / even if / and if | καί + ἐάν (Mark 5:28; 16:18; Luke 13:9). A function word with an id; tagged because it opens the condition of 8:14 |
| ζάω | live; living (participle); make live (with an object) | living | "Living soul" (1:20, 24; 2:7). With an object, the Greek of the Hebrew piel of חָיָה, it is "make live," a construction, unmarked against the Masoretic "keep alive" (201e): Ps 118:37 "in your way make me live," and ten more sites in Ps 118 |
| πᾶς | all; every; any (after a negated verb) | all; every | διὰ παντός "continually," a construction like κατὰ μικρόν (Exod 25:29; 27:20; 28:23, 26; 173a). After a negated verb, in the order negation + verb + πᾶς, "any" (Ps 58:6 "do not have compassion on any workers of lawlessness"), 170(e) extended to this order; πᾶς … οὐ prints "no …" (Exod 20:10) (195d) |
| αἰών | age | for ever | |
| ναί | yes | — / no, but / yes | Matt 5:37; 2 Cor 1:17–20 |
| Χριστός | Christos | Christ / anointed | Transliterated in the New Testament and the Septuagint version alike (66); the Masoretic version reads "anointed" (68). Acts 4:26 quotes Ps 2:2 |
| ἀπέρχομαι | go away | return / depart | 3:19, where the Masoretic version reads "return" |
| φωνέω | give voice; call for (with a person, 233k; Mark 9:35, 236); call (with a person and a title in the nominative, John 13:13; 286d) | speak / make a sound / mutter | To sound with the voice: Ps 113:15 "they will not give voice in their throat," for the Masoretic "murmur" (הָגָה). One root with φωνή "voice" (95, to be declared). Of calling a person by name or summons (Mark 10:49; John 1:48; 13:13) the collocation decides when reached, and of a cock's crowing (Matt 26:34) |
| λάθρᾳ | covertly | privily / secretly / — | Unseen, so as to escape notice (of the root of λανθάνω): Matt 1:19 "to send her away covertly"; 2:7; John 11:28; Acts 16:37. "In secret" is κρυφῇ's, "secret" κρυφαῖος's, "hidden" κρύφιος's |
| διδάσκαλος | teacher | Master / Teacher | 233b. The vocative "Teacher" (4:38; 9:17, 38; 10:17–35; 12:14–32; 13:1); one root with διδάσκω "teach" and διδαχή "teaching" (95) |
| πάρειμι | be present | be there / be there / be present | Of one who is at hand (Ps 138:8 "you are present"; Luke 13:1; John 11:28; Acts 10:33). Not παρίημι "let alone" (G3935), whose subjunctive παρῇς at 137:8 shares its form |
| ἐγείρω | wake; raise (a person lifted from the ground or a low place; a ruler raised up; a building raised up, John 2:19–20); get up (middle, intransitive); be raised (passive, of the dead); get up (passive or imperative, of the sick or one sitting or lying; 234c); be raised (passive, of nations and pretenders raised up against, and of a prophet raised up; Mark 13:8, 22, 237f; Matt 11:11; 24:11, 24) | raised up | 200a extended by 228b: "raise" also of raising up a ruler (45:13, Cyrus "as king") |
| ταχύ | quickly | lightly / soon | The neuter of ταχύς used as the adverb, one word with ταχύς "quickly (adverb)" and ταχέως (95) |
| ἔτι | further; still (of time); no longer (with οὐ; Luke 16:2) | — | "Yet, still, further": "God further made spring forth," "God further shaped" (2:9, 19), a plus of the Greek both times. Split by construction (148f): "still" of a time or state that goes on (25:6) |
| οἰκία | house | house | The building and the household (Matt 7:24–27; John 4:53). One root with οἶκος "house" (95, to be declared) |
| ὁράω | see; be seen (passive) | see; appear | "Let the dry be seen" (1:9), the passive kept; the Masoretic version has the same |
| ταχέως | quickly | quickly / quickly / quickly | The adverb of ταχύς "quick; quickly (adverb)": one root (95, to be declared). Luke 14:21; 1 Cor 4:19 |
| ἐξέρχομαι | go out | go out | |
| ἀκολουθέω | follow | — (the KJV and RSV render the Hebrew) | To go behind, follow: Matt 4:20, 22; 8:19; 9:9; Mark 1:18; John 1:37–43 |
| κλαίω | weep | wept / wept / wept | Luke 6:21; John 11:35 (δακρύω takes its own gloss when reached) |
| πίπτω | fall | fall | "Fall on his face" (17:3, 17; Luke 5:12; 1 Cor 14:25) |
| συνέρχομαι | come together | gather / rally / gather | 32:26; 1 Cor 11:17–20 "when you come together"; Acts 1:6. A compound of ἔρχομαι (95) |
| ἐμβριμάομαι | fume at | straitly charged / sternly charged | To snort in anger (1:43; 14:5; Matt 9:30; John 11:33, 38): one gloss at every site, so that John's "he fumed in the spirit" is Mark's verb. The WPRB reads "warned sternly" where a person is the object; with no object (John 11:33, 38) the WPRB reads "angry" (285d) |
| πνεῦμα | wind / spirit | wind; Spirit | Split as רוּחַ (31, 56): "wind" for weather and the quarters of the sky, "spirit" where a person or God possesses it; cruxes under ruling 1 (1:2). Lowercase (42) |
| ταράσσω | trouble | linger / linger / be troubled | John 14:1, 27; Matt 2:3 |
| ποῦ | where | where | The interrogative (3:9; 4:9) |
| τίθημι | set | set / put | "Set them in the firmament" (1:17); "set there the human" (2:8, 15). The Masoretic version has "gave" (נָתַן, 1:17) and "put" |
| δακρύω | shed tears | prophesy / preach / — | John 11:35 "Jesus shed tears"; "weep" is κλαίω's, "tear" δάκρυ's (one root, 95) |
| πῶς | how; somehow (the enclitic πως, in εἴ πως; Rom 1:10) | how / how / how | Matt 7:4; John 3:4, 9 |
| ἀνοίγω | open | open | |
| ὀφθαλμός | eye | eye | |
| τυφλός | blind | blind | Lev 19:14; Matt 9:27; 15:14; John 9 |
| δύναμαι | be able | be able | |
| ποιέω | make / do | make, create / do | Split by construction, as עָשָׂה (20): "make" with a thing made, "do" with a deed or work done (2:2). In Gen 1 it also stands for בָּרָא, so the Greek has no separate "create" |
| σπήλαιον | cave | cave / cave / cave | John 11:38; Heb 11:38; "a cave of robbers" (Matt 21:13) |
| λίθος | stone | stone | |
| ἐπίκειμαι | lie on; bear down (with voices; Luke 23:23, 256) | — / — / lie on | 36:40 "so as to lie on the headband" (marked); John 11:38 "a stone lay on it"; 21:9. Of a pressing crowd or a pressing need (Luke 5:1; 1 Cor 9:16) ruled when reached |
| αἴρω | lift; take away (of removal) | put away / put away / remove | Lift and carry off: Mark 2:9 "lift your mat"; Matt 16:24 "lift his cross"; John 1:29 "the lamb of God who lifts the sin of the kosmos," where the expected English is "takes away." Of removal, "take away," a split by collocation (223d, 225c; Isa 26:10, 14). The compounds keep their own: ἐπαίρω "lift up," ἐξαίρω "lift away" (95, to be declared) |
| τελευτάω | decease | die / perish | "Come to the end" of life (Matt 2:19; 22:25). "Die" is ἀποθνῄσκω's |
| ὄζω | stink | stank / stank / stank | John 11:39, "Lord, already he stinks." Kept apart from ἐπόζω "reek" (7:18, 21) |
| τεταρταῖος | fourth-day | dead four days / dead four days | Of what belongs to the fourth day: τεταρταῖός ἐστιν "he is a fourth-day *one*" (John 11:39). One root with τέταρτος "fourth" (95); "four" is τέσσαρες's. See 11:39 |
| ἄνω | above | above / above / above | 20:4 "in the sky above … in the land below," with κάτω "below"; Acts 2:19 (Joel 2:30) "wonders in the sky above"; John 8:23 "I am from the things above"; Gal 4:26 "the Jerusalem above"; Col 3:1–2 "seek the things above." "From above" is ἄνωθεν's. One root with ἐπάνωθεν "above" (167b), declared (95, 172e) |
| πατήρ | father | father | |
| εὐχαριστέω | give thanks | gave thanks | εὐχαριστέω "give thanks" (14:23; 8:6; Matt 15:36; 26:27; Luke 17:16; 18:11; 22:17, 19; John 6:11; Rom 1:8; 1 Cor 11:24 and Paul's openings), one root with εὐχαριστία "thanksgiving" when reached (95); "the Eucharist" fails the false-friend test (57) |
| πάντοτε | at all times | always / always | "Always" is ἀεί's (2 Cor 6:10 has both words); Mark 14:7 twice; John 12:8; Rom 1:10; Phil 1:4 and Paul's thanksgivings |
| ὄχλος | crowd | — (the KJV and RSV render the Hebrew) | A mass of people, a throng; at Isa 43:17 of the army Pharaoh led out. "Mixed crowd" is ἐπίμικτος's, a compound (116) |
| περιΐστημι | stand around; stand clear of (middle, with an object shunned; Titus 3:9; 2 Tim 2:16; 314k) | stood round about / stood about | A compound of ἵστημι "stand" (95): Acts 25:7; John 11:42. The middle with an object shunned is "stand clear of" (2 Tim 2:16; Titus 3:9), a split by voice and construction (20; 314k) |
| κραυγάζω | clamor | cry / cry aloud | To cry out with an outcry, the verb of κραυγή "outcry" (one root, 95, to be declared): 12:19 (Isa 42:2, the gospel's own verb); John 11:43 "he clamored with a great voice"; 18:40; 19:6, 12, 15 "they clamored, saying, Crucify"; Acts 22:23. "Cry out" is κράζω's, "shout" βοάω's. The WPRB reads "shout" |
| μέγας | great | great | |
| φωνή | voice | voice | |
| δεῦρο | come; hitherto (ἄχρι τοῦ δεῦρο, of time; Rom 1:13) | come / come / come | The singular of δεῦτε "come" (11:3): "come, follow me" (Matt 19:21); "Lazarus, come outside" (John 11:43) |
| ἔξω | outside | without / outside | Matt 26:69, 75; John 6:37 "I will not cast out outside." "From outside" is ἔξωθεν's |
| θνῄσκω | die | dead / dead / died | Gen 50:15, the perfect "had died"; Matt 2:20; Mark 15:44. The same verb as ἀποθνῄσκω "die" without the prefix (95, 154h); "dead" is νεκρός's |
| δέω | bind | bound / bound / tied | Matt 16:19; Mark 5:3–4; Acts 21:11. In Gen 38:28 for the Masoretic version's "knit" |
| χείρ | hand | hand | |
| κειρία | webbing | graveclothes / bandages | A strip of woven band: of a bed's cords (Prov 7:16), of the bands that bound Lazarus (John 11:44 "with webbings"). "Bandage" is κατάδεσμος's, "binding" σύνδεσμος's, "band" ψαλίς's, "wrap" περιβόλαιον's, "swathe" εἱλέω's; ὀθόνιον "linen cloth" is the cloth of John 19:40; 20:5. The reader's edition reads "strips of cloth." See 11:44 |
| ὄψις | appearance | to look upon / to look upon / in appearance | John 7:24 "do not judge by appearance"; John 11:44; Rev 1:16. "Sight" is ὅρασις's |
| περιδέω | bind around | bound about / bound with | One root with δέω "bind" (95): John 11:44 περιεδέδετο "had been bound around" |
| σουδάριον | napkin | napkin / napkin | 19:20; John 11:44; 20:7; Acts 19:12 |
| λύω | loose | opened / opened / loosed | Loose, untie (Mark 1:7; John 11:44), and of what is undone (John 2:19 "Loose this shrine") |
| ἀφίημι | let go; let (with an infinitive or subjunctive, or one understood, 233k) | bear / forgive / let go | Let go, leave, release: of debts and sins (Matt 6:12), of nets (Matt 4:20), of a body (Matt 27:50). The note at 4:13 |
| θεάομαι | view | seen / seen | To look on, contemplate: Mark 16:11, 14; John 1:14 "we viewed his glory"; 1 John 1:1; 4:12, 14. "See" is ὁράω's, "behold" θεωρέω's, "look" βλέπω's, "gaze" κατεμβλέπω's |
| Φαρισαῖος | Pharisee | Pharisees | The party's name (18); "the scribes of the Pharisees" (2:16) are scribes of that party |
| ἀρχιερεύς | high priest; high priests (plural) | high priest / chief priests | One gloss, singular and plural (233c): never "chief priests"; one R note at 8:31 says who the plural are |
| συνάγω | gather | gather | |
| συνέδριον | council | congregation / men | A sitting together (σύν, ἕδρα), the body that sits: Ps 25:4 "a council of vanity"; Prov 22:10 LXX; Matt 5:22; 26:59 "the chief priests and the whole council"; Acts 5:21–41; 6:12–15. The New Testament's Sanhedrin is this word ("Sanhedrin" is its Hebrew loan, in the note, not the text); lowercase as a common noun (42). The Masoretic version's עֵדָה "council" is Hebrew (52) |
| ἄνθρωπος | human | man | Core table (11) |
| σημεῖον | sign | sign | |
| οὕτω | thus | so | "And it came to be thus," the formula of the days |
| Ῥωμαῖος | Roman | Rome / Rome | 2:10 "the Romans visiting"; 16:21, 37–38; 22:25–29 |
| ἔθνος | nation | nation, Gentiles / nation | A people (Matt 24:7); the plural "the nations" is the KJV's "Gentiles" (Matt 28:19; Rom 15:9–12). The one gloss keeps the two together |
| Καϊάφας | Caiaphas | Caiaphas / Caiaphas | The high priest (Matt 26:3, 57; Luke 3:2; John 11:49; 18:13–28; Acts 4:6), in his familiar English form (18) |
| ἐνιαυτός | twelvemonth | year | The round of a year; ἔτος takes "year" (142) |
| οὐδείς | no one; nothing (neuter) | no man / not a man / no one | Matt 6:24; John 1:18. After a negated verb, "anything" (Isa 39:2, 6 "there was not anything"; 232e), as πᾶς is "any" (195d) |
| λογίζομαι | reckon | count / reckon / impute | Count, credit to an account: Rom 4:3–24 (the KJV varies "counted," "reckoned," "imputed"); 2 Cor 5:19; Phil 4:8. See 15:6 |
| συμφέρω | be profitable; bring together (literal, of things brought to one place; Acts 19:19) | brought together / brought together | Split by collocation. "Gather together" is ἐπισυνάγω's. See 19:19 |
| λαός | people | people | |
| ὅλος | whole | all / all / all | Matt 4:23; 5:29–30 "your whole body"; John 4:53. "All" is πᾶς's |
| ἀπόλλυμι | destroy; perish (middle); be lost (the intransitive perfect and the middle, of a thing or creature strayed; Matt 10:6; 15:24; Luke 15:4–6); lose (active, of one's own soul or a thing lost, 228b; Mark 8:35; 9:41) | destroy / destroy / destroy | Destroy, and in the middle "perish, be lost" (Matt 10:28; Luke 15:4–32; John 3:16), where the collocation decides (3) |
| προφητεύω | prophesy | prophesy / prophesy | The verb of προφήτης "prophet" (one root, 95, to be declared): 7:6; 14:65 "Prophesy!"; Matt 7:22; 1 Cor 14 |
| μέλλω | be about to; hang back (absolute, with τί and no infinitive; Acts 22:16, 264e) | — / — / be about to | With an infinitive, what is on the point of happening: Matt 2:13; 16:27; Rom 8:18 |
| μόνον | only | only / only / only | The adverb (142i) |
| διασκορπίζω | scatter | scattered / scattered / — | The seed confirmed: the horns that scattered Judah (1:19, 21), against the Masoretic "strew" (זָרָה), lexicon-level. "Disperse" is διασπείρω's |
| τέκνον | child | children | Where the Masoretic version reads "sons" (3:16) |
| βουλεύω | take counsel | thought / meant / plotted; planned | To deliberate, resolve (middle): Gen 50:20, the brothers and God with one verb; John 11:53 "they took counsel to kill him"; 12:10; Acts 5:33; 2 Cor 1:17. One root with βουλή "counsel" (95, 154h) Ps 30:14 ἐβουλεύσαντο, the middle: the second id, G90181 βουλεύομαι, is retired into this one (193i) |
| ἀποκτείνω | kill | slay / kill | |
| οὐκέτι | no longer | not / no longer / no longer | Mark 10:8; John 15:15; Gal 2:20 |
| ἐκεῖθεν | from there | from thence | |
| χώρα | country; in place (ἐπὶ χώρας) | land / land | A land or region (Luke 15:13 "a far country"; Acts 8:1). At 11:28, 31 it stands for the Masoretic version's "Ur". The phrase ἐπὶ χώρας is "in place" (Exod 14:27; 171a) |
| ἔρημος | desert | wilderness / desert | The empty land; "the voice of one shouting in the desert" (Mark 1:3). In Gen 12–13 for the Negev |
| πόλις | city | city | |
| Ἐφραίμ | Ephraim | Ephraim / Ephraim / Ephraim | Gen 41:52; John 11:54 |
| κἀκεῖ | and there | and there | Crasis of καί and ἐκεῖ "there," printed as the two words it contains, as κἀγώ is "and I" (200); one root with ἐκεῖ (95, to be declared) |
| πάσχα | Pesach | passover / passover / pascha | The same word as the Masoretic version's פֶּסַח (155n), come into Greek through Aramaic פַּסְחָא: the feast (12:11, 43, 48), the lamb (12:21 "sacrifice the Pesach"; Mark 14:12), and 1 Cor 5:7 "our Pesach was sacrificed, Christos." "Passover" (Tyndale) goes in the note; WPRB "Passover." "Pesach" in both versions and the New Testament (170) |
| ἀναβαίνω | go up | go up | |
| πρό | before | before | "Before it came to be" (2:5), with the article and infinitive |
| ἁγνίζω | purify | sanctify / consecrate / purify | To make ritually clean: 19:10, where the Masoretic version reads "make them holy" and the Greek has its own word (ἁγιάζω "make holy" at 19:14, 22–23); John 11:55; Acts 21:24, 26; Jas 4:8 "purify your hearts"; 1 Pet 1:22; 1 John 3:3. "Cleanse" is καθαρίζω's |
| ἵστημι | stand; make stand (transitive); weigh out (of silver or a sum on a balance); set (of a day fixed; Acts 17:31; 262b) | establish / set up | Split by construction (20): intransitive "stand," transitive "make stand" ("I will make stand my covenant," 6:18; Rom 3:31 "we make the law stand"); by collocation, silver set on a balance is "weighed out" (228b; Isa 46:6; Matt 26:15, 247) |
| ἱερός | temple (the noun τὸ ἱερόν); sacred (the adjective; Mark 16:8 shorter ending, 2 Tim 3:15, 238) | temple | The precinct: courts, porticoes, the whole sacred area (11:11–27; 12:35; 13:1–3; 14:49; ~71 NT sites). ναός "shrine" is the house itself (14:58; 15:29, 38), so the Greek's two words stay two (233d). A homograph with κρόταφος "temple" of the head (Judg 4:21), from a different root, declared (95) |
| ἑορτή | festival | feast / feast / feast | One root with ἑορτάζω "hold festival" (95); the Masoretic version's חַג is "festival" too (158a). The Pesach of the Gospels (Luke 2:41; John 2:23) |
| ἐντολή | commandment | commandments / commandments / commandments | Matt 22:36–40; John 13:34; 14:15. One root with ἐντέλλομαι "command" (95, to be declared) |
| γινώσκω | come to know; know (present and imperfect of knowledge held; Luke 1:34; John 1:48; 2:24–25, 281); knew (aorist, where the knower is the son or God; John 17:25, 287b) | know | "The wood of coming to know beautiful and evil" (2:17). Kept apart from οἶδα "know". Every passive is "be made known," a construction: with a dative of person "be made known to" (Exod 25:21; 173a), and bare (Ps 76:20 "your tracks will not be made known"; 78:10; Phil 4:5 "let your forbearing *spirit* be made known to all humans" (197a as amended by 198a; "gentleness" is πραΰτης's; 309f)). With God as subject the English names the act of knowing, not a learning: Ps 43:22 "he comes to know the secrets of the heart" (194a) |
| μηνύω | disclose | shewed / showed | 20:37; John 11:57; Acts 23:30; 1 Cor 10:28 |
| πιάζω | grip | took / took | Of a hand on a person (3:7), of arrest (John 7:30, 32, 44; 8:20; 10:39; 11:57; 2 Cor 11:32), of a catch of fish (John 21:3, 10), of the beast taken (Rev 19:20). "Grasp" is κρατέω's, "seize" δράσσομαι's, "take hold of" ἐπιλαμβάνω's, "catch" συλλαμβάνω's. See 3:7 |