New Testament · John · Reader's edition
John 7
The Greek (SBLGNT)
Read this chapter in the manuscript: Codex Vaticanus (Vat. gr. 1209), at the Vatican Library: p. 1359 · p. 1360 · p. 1361.
B p. 1359 1 Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
B p. 1360 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς·
4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος;
12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20 ἀπεκρίθη ὁ ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;
27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
30 ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον· Ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;
B p. 1361 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, ἔρχεται ὁ χριστός;
43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν.
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.
50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν·
51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;
52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.
Greek text: the SBL Greek New Testament (SBLGNT), © Society of Biblical Literature and Logos Bible Software, CC BY 4.0. Its text-critical sigla are omitted here; its double brackets ⟦ ⟧, which mark the shorter and the longer ending of Mark, are kept.
Notes
- Decision↩ Back to the text
Expected: "the feast of tabernacles" (KJV)
σκηνοπηγία "Tent-pitching" (280s), the festival's Greek name, a compound of σκηνή "tent" and πήγνυμι "pitch": the pitching of tents, the booths of Lev 23:42–43 (Hebrew סֻכּוֹת, Sukkot). The house prints the compound as its two words, capitalised as the festival's name (18), apart from ἑορτή "festival," which it names. The KJV's "tabernacles" is the Latin tabernacula; the reader's edition reads "Tabernacles." First-fixed in the Lexicon below; the one New Testament use.
- Reading↩ Back to the text
SBLGNT reads ἐγὼ οὐκ ἀναβαίνω, "I am not going up," with Treg and NA28; WH, NIV and RP read οὔπω, "not yet," which the KJV follows: "I go not up yet unto this feast." The KJV reader gains a "yet" that softens what Jesus says before he goes up at 7:10. The apparatus line is
οὐκ Treg NA28 ] οὔπω WH NIV RP. RP also adds ταύτην after the first ἑορτήν ("this feast" twice) and reads καιρὸς ὁ ἐμός, wording only. The edition prints its base text (59). - Decision↩ Back to the text
Expected: "whether it be of God, or whether I speak of myself" (KJV)
πότερον … ἤ, "whether … or," the one New Testament use of πότερον, the interrogative of two alternatives. "Whether … or" is εἴτε's gloss; the two words say one thing, the choice between two, and the English has no other word for it. The house prints "whether," first-fixed in the Lexicon below; its one sense with εἴτε is declared (146b, 284d). "Which" is τίς's and ποῖος's.
- Decision↩ Back to the text
Expected: "Moses therefore gave unto you circumcision" (KJV)
SBLGNT closes 7:21 at θαυμάζετε with a full stop and opens 7:22 with διὰ τοῦτο, "For this reason," and the house prints that punctuation (59): the reason points forward to the circumcision Moses gave and the sabbath on which it is done. Read with a stop after διὰ τοῦτο instead, the phrase closes 7:21, "you all marvel on account of this." διὰ τοῦτο is "for this reason" (John 5:16, 18), apart from οὖν "so" (280k). The two dashes are SBLGNT's (περιτομήν— … πατέρων—), and the clause inside them is printed inside dashes.
- Decision↩ Back to the text
Expected: "are ye angry at me" (KJV)
χολάω "be galled," the verb of χολή "gall" (Matt 27:34; Acts 8:23), bile and then bitter anger; the one New Testament use. "Be angry" is ὀργίζομαι's, "bitter" πικρός's; the house keeps the root audible in the English "gall," which carries both the bile and the vexation. First-fixed in the Lexicon below, one root with χολή (95). ἐμοί, the dative, "at me." The reader's edition reads "angry."
- Decision↩ Back to the text
Expected: "Do the rulers know indeed" (KJV)
μήποτε with the indicative is "perhaps," of doubt about a fact (the row's split by construction; 153d), not "lest": the Jerusalemites wonder aloud, and the English prints their doubt as a question, as SBLGNT punctuates. ἔγνωσαν, the aorist, "came to know" (281a), the knowledge gained. RP adds ἀληθῶς after ἐστιν, a second "truly" ("this is the very Christ," KJV), wording only.
- Decision↩ Back to the text
Expected: "Ye both know me, and ye know whence I am" (KJV)
κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί: the crasis κἀμέ (καί + ἐμέ) answers the καί after it, "both … and," the correlative construction. The κἀγώ row's "I too" and "and I" cannot carry it, and the English prints "both … me," a split by construction (20) on the row, the one id on both words. Read with no correlative, the first καί adds, "Me too you know," and the English would read as a concession or a taunt; the house prints the pair as the Greek pairs it.
- Decision↩ Back to the text
Expected: "Yet a little while am I with you" (KJV)
ἔτι "still," the row's split of a time that goes on (148f), and χρόνος "chronos" (CORE; 283e), the span of time, with μικρός "small": "Still a small chronos I am with you." The row's note gives ἔτι μικρόν as "still a little" (Isa 10:25; John 14:19). The reader's edition reads "a little while longer."
- Decision↩ Back to the text
Expected: "He that believeth on me, as the scripture hath said, out of his belly shall flow rivers of living water" (KJV)
SBLGNT closes 7:37 with a full stop after πινέτω, "and drink," and opens 7:38 with ὁ πιστεύων εἰς ἐμέ, "The one believing in me," a nominative left hanging before the sentence it introduces. By that punctuation αὐτοῦ is the believer's: the rivers flow out of the believer's belly. Punctuated with a comma after πρός με instead ("let him come to me, and let the one believing in me drink"), the believer drinks and the rivers flow from Jesus. The house prints SBLGNT's (59); the KJV's wording reads as SBLGNT's. ὕδατος ζῶντος, "of living water," the genitive after "rivers," kept after its verb, last in the sentence, as the Greek places it. καθὼς εἶπεν ἡ γραφή, "just as the writing said," names no verse, and no verse is named here (280p).
- Reading↩ Back to the text
SBLGNT reads οὔπω γὰρ ἦν πνεῦμα, "for there was not yet spirit," with WH and NA28; Treg and RP add ἅγιον, "holy spirit," and NIV adds δεδομένον, "given." The apparatus line is
πνεῦμα WH NA28 ] + ἅγιον Treg RP; + δεδομένον NIV. The KJV reads "for the Holy Ghost was not yet given": the reader of it finds a title and a verb SBLGNT does not print. RP also reads πιστεύοντες, "those believing," for πιστεύσαντες, wording only. - Reading↩ Back to the text
The writing named is not quoted: the crowd joins two things it says, that the Christos comes from David's seed (Ps 88:4–5 in Swete's numbering, "I have sworn to David my slave … I will prepare your seed") and from Bethlehem (Mic 5:2 in Swete's numbering, "And you, Bethlehem"), and "the village where David was" is the crowd's own phrase (1 Sam 16:1, 13). No Greek of either verse is repeated word for word, and the house glosses carry the echo (280p). The question opens with οὐχ, which expects "yes."
- Reading↩ Back to the text
SBLGNT reads ἄνθρωπος, "a human," with WH and NA28; Treg and RP add ὡς οὗτος ὁ ἄνθρωπος, "as this human," which the KJV follows: "Never man spake like this man." The apparatus line is
ἄνθρωπος WH NA28 ] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP. The KJV reader finds a comparison with Jesus that SBLGNT leaves to οὕτως "thus." RP also reads οὕτως ἐλάλησεν, the order only. - Decision↩ Back to the text
Expected: "Are ye also deceived?" (KJV)
πεπλάνησθε, the perfect passive of πλανάω, "have been led astray": the Pharisees answer the crowd's charge of 7:12, "he leads the crowd astray" (πλανᾷ), with the same verb, and the English keeps the chain with the passive of the active's gloss rather than the row's split "stray" (284d, the blind read's chain). The reader's edition the same.
- Decision↩ Back to the text
Expected: "are cursed" (KJV)
ἐπάρατος, the one New Testament use, is the adjective of ἀρά "imprecation" (Rom 3:14) with ἐπί: one on whom an imprecation lies. ἐπικατάρατος "accursed" (Gal 3:10, 13) is the same thing with κατά, and RP prints it here (
ἐπάρατοί WH Treg NA28 ] ἐπικατάρατοί RP). The house prints "accursed" for both, one root (95; 284d: κατάρα is itself κατά + ἀρά); the variant then makes no English difference and stands in the report's table. "Curse" is καταράομαι's and κατάρα's; "under imprecation" would keep ἀρά's root at the cost of an English no reader uses of a crowd. The plural εἰσιν with the collective ὄχλος, "this crowd … are," as the Greek has it. The reader's edition reads "is under a curse." - Reading↩ Back to the text
SBLGNT reads ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, "the one who came to him formerly," with WH and Treg (NA28 τὸ πρότερον, the same sense); RP adds νυκτός and has no πρότερον, which the KJV follows: "he that came to Jesus by night." The apparatus lines are
ἐλθὼν WH Treg NA28 ] + νυκτὸς RPandπρότερον WH Treg ] τὸ πρότερον NA28; – RP. The night is 3:2's; the KJV reader finds it named here, and SBLGNT points back to the visit by "formerly" alone. - Reading↩ Back to the text
The Byzantine text (RP) continues with 7:53–8:11, which the KJV prints; SBLGNT does not, and chapter 8 opens at verse 12: see the note at 8:12. RP also reads ἐγήγερται, "has been raised" (the KJV "ariseth"), the tense only.
Words in this chapter (155)
| Word | Gloss | Instead of | Note |
|---|---|---|---|
| Ἰησοῦς | Joshua (Nun's son, by referent); Jesus (by referent; Jude 5, where the base text reads Ἰησοῦς, 320b) | Joshua; Jesus | One Greek name, printed by its referent (149a): "Joshua" for the son of Nun in the Masoretic version's form (145f; Acts 7:45; Heb 4:8), "Jesus" in the New Testament. The identity of the two names is shown at first use (17:9; 171b) |
| περιπατέω | walk | walk | The New Testament's verb of walking and of conduct (Rom 6:4; Eph 4:1) |
| Γαλιλαία | Galilee | Galilee / Galilee / Galilee | "Galilee of the nations" (9:1; Matt 4:15). Swete spells Γαλειλαία |
| θέλω | want; take pleasure (with ἐν and a dative) | be willing / be willing / want | Matt 26:39 "not as I want, but as you"; Rom 7:15–21. "Be minded" is βούλομαι's. With ἐν and a dative, the Hebrew חָפֵץ בְּ, it is "take pleasure in," a split by construction (20, 200b): Ps 111:1 "in his commandments he takes pleasure very much"; 146:10; 1 Sam 18:22; 2 Sam 15:26; Col 2:18 |
| Ἰουδαία | Judea | Judah / Judah | The land of the Judeans: Ps 47:12 "the daughters of Judea," where the Masoretic version reads "Judah," marked {name} (151f); Matt 2:1, 5; Luke 1:5; Acts 1:8. Ἰουδά / Ἰούδας "Judah" is the patriarch and the tribe |
| Ἰουδαῖος | Judean | Jew | Of Ἰουδαία "Judea" (one root, 95, to be declared); see 19:17. |
| ζητέω | seek | find / find / seek | Matt 6:33; 7:7. "Seek out" is ἐκζητέω's |
| ἀποκτείνω | kill | slay / kill | |
| ἑορτή | festival | feast / feast / feast | One root with ἑορτάζω "hold festival" (95); the Masoretic version's חַג is "festival" too (158a). The Pesach of the Gospels (Luke 2:41; John 2:23) |
| σκηνοπηγία | Tent-pitching | feast of tabernacles / feast of Tabernacles | The festival's name (7:2), the compound of σκηνή "tent" and πήγνυμι "pitch" printed as its two words, capitalised (18); one root with both (95). The booths of Sukkot (Lev 23:42–43). The WPRB reads "Tabernacles". See 7:2 |
| εἰμί | be | be | Kept apart from γίνομαι "come to be" |
| ἐγγύς | near | near / near / near | Matt 24:32–33 |
| ἀδελφός | brother | brother | |
| λέγω | say; called (ὁ λεγόμενος, the passive participle naming a person or place; Mark 15:7, 238b); call (with two accusatives; Luke 20:37, 255e) | say | |
| μεταβαίνω | go over | depart / leave | The change of place (μετά + βαίνω): Matt 8:34 "that he go over from their borders"; 11:1; 12:9; 15:29; 17:20 "Go over from here to there"; Luke 10:7; John 5:24 "has gone over from death into life"; 7:3; 13:1; Acts 18:7; 1 John 3:14. "Pass over" is διαπεράω's, "cross over" διαβαίνω's, "move away" μετακινέω's, "depart" ὑπάγω's |
| ἐντεῦθεν | from here | hence / away / from here | Luke 4:9; 13:31; John 2:16 "Take these *things* away from here"; 18:36. As ἐκεῖθεν "from there" |
| ὑπάγω | depart; draw off (transitive) | caused to go back / drove back / — | Split by construction (20): intransitive "depart" (Matt 4:10 "Depart, Satan"; John 7:33; 16:5 "I depart to the one who sent me"); transitive, of the sea drained away, "draw off" (14:21). "Go away" is ἀπέρχομαι's, "withdraw" ἀφίσταμαι's |
| μαθητής | disciple | disciples | The ordinary English of the relation (233b); "learner" is the root's sense (μανθάνω "learn," one root declared, 95); μαθητεύω "make a disciple" |
| θεωρέω | behold | see | θεωρέω "behold" (John 6:40; 14:19; 17:24; Acts 17:16); "see" is ὁράω's, "look" βλέπω's (settled). Lexicon-level for רָאָה |
| ἔργον | work | work | "His works" (2:2–3), plural where the Masoretic version has "his work"; Heb 4:4 |
| ποιέω | make / do | make, create / do | Split by construction, as עָשָׂה (20): "make" with a thing made, "do" with a deed or work done (2:2). In Gen 1 it also stands for בָּרָא, so the Greek has no separate "create" |
| οὐδείς | no one; nothing (neuter) | no man / not a man / no one | Matt 6:24; John 1:18. After a negated verb, "anything" (Isa 39:2, 6 "there was not anything"; 232e), as πᾶς is "any" (195d) |
| κρυπτός | hidden | breaches / breaches / hidden things | What is kept out of sight: Matt 6:4, 6 "in the hidden"; Rom 2:16, 29; 1 Cor 14:25; 1 Pet 3:4. One root with κρύφιος "hidden" and κρύπτω "hide" (95, to be declared) |
| παρρησία | outspokenness; openness (where a thing is shown and nothing said; Col 2:15, 307c) | openly / plainly | Saying everything (πᾶν + ῥῆσις): speech that holds nothing back (Mark 8:32; John 7:13, 26; 10:24; Acts 2:29; 4:13, 29, 31 "with all outspokenness"; 2 Cor 3:12; Eph 3:12; Heb 4:16; 10:19, 35; 1 John 2:28). "Openly" is φανερῶς's; παρρησιάζομαι "speak boldly" (settled) is one root (95, to be declared). The split "openness" (307c) holds where a thing is displayed and nothing is spoken (Col 2:15 "made an example *of them* in openness"); John 7:4 and 11:54 print the home "outspokenness" at the same collocation and are listed for the Phase 2 concordance pass |
| φανερόω | make manifest; be made manifest (passive) | be manifested / come to light | The verb of φανερός "manifest" (settled), one root, to be declared with the φανερός set (95): Mark 4:22; 16:12, 14; John 1:31; 2:11; 21:1, 14; Rom 3:21; 16:26; 2 Cor 4:10–11; Col 1:26; 3:4; 1 Tim 3:16; 1 John 1:2. "Manifest (v.)" is ἐμφανίζω's |
| κόσμος | kosmos | host / world | Order and adornment, then the ordered whole and the world (1 Pet 3:3; John 1:10; 3:16). The Greek cognate, like "logos" and "kairos"; see 2:1 |
| πιστεύω | believe; entrust (accusative of the thing, dative of the person; Luke 16:11, 254) | believe | Rom 4:3; Gal 3:6; Jas 2:23 quote 15:6; John 3:16. See 15:6 |
| καιρός | kairos | season | Core table; plural "kairoi" (1:14). The Masoretic version has מוֹעֵד "appointment" |
| πάρειμι | be present | be there / be there / be present | Of one who is at hand (Ps 138:8 "you are present"; Luke 13:1; John 11:28; Acts 10:33). Not παρίημι "let alone" (G3935), whose subjunctive παρῇς at 137:8 shares its form |
| πάντοτε | at all times | always / always | "Always" is ἀεί's (2 Cor 6:10 has both words); Mark 14:7 twice; John 12:8; Rom 1:10; Phil 1:4 and Paul's thanksgivings |
| ἕτοιμος | ready | — | Matt 22:4 "all things are ready"; Matt 24:44 "be ready." Of the root of ἑτοιμάζω "prepare" (95, to be declared) |
| δύναμαι | be able | be able | |
| μισέω | hate | hate / hate / hate | Matt 5:43–44; John 15:18 |
| μαρτυρέω | bear witness | — / — / bear witness | John 1:7–8; 5:31–39. In Gen 31 the verb of Jacob's name for the hill (31:47–48); μάρτυς is "witness," μαρτύριον "testimony" |
| πονηρός | evil | evil | "Bad" is left free for κακός |
| ἀναβαίνω | go up | go up | |
| ἐμός | my; mine (predicate) | my / my / my | The possessive adjective, emphatic beside μου: "my food" (John 4:34); predicate "mine" (John 16:15). σός "yours" is its partner |
| πληρόω | fill | fill / replenish | Also "fill" where the tradition has "fulfil" (Matt 1:22) |
| μένω | remain | abide / remain / remain | John 1:38–39; 15:4–10 |
| φανερῶς | openly | openly | One root with φανερός "manifest" (95) |
| ποῦ | where | where | The interrogative (3:9; 4:9) |
| πολύς | many; much; large (with a singular collective) | many / numerous | "Many" with a count, "much" with a mass (Matt 13:5; John 3:23). Split by construction or collocation, 193e. The superlative, "most" (τὸ πλεῖστον, Isa 7:22; 9:3; 232e), as the comparative is "more" (168i) |
| γογγυσμός | grumbling | murmurings / murmurings / grumbling | The noun of γογγύζω "grumble" and διαγογγύζω "grumble" (one set, 95, 171f); John 7:12; Acts 6:1; Phil 2:14. The Greek singular where the Masoretic version reads "grumblings" (תְּלֻנֹּת) is marked {number} |
| ὄχλος | crowd | — (the KJV and RSV render the Hebrew) | A mass of people, a throng; at Isa 43:17 of the army Pharaoh led out. "Mixed crowd" is ἐπίμικτος's, a compound (116) |
| ἀγαθός | good | goods / goods / good things | "Good" is free in the Greek because καλός is "beautiful" (52): Matt 7:11 "good gifts"; Mark 10:18 "No one is good but God alone" |
| ἄλλος | another; others (plural, 232e); the other (with the article, the second of a pair; Matt 5:39; 12:13, 243g); other (with a noun; Matt 21:36, 41; 22:4, 245a) | any besides / any one else / another | "Other" is ἕτερος's; Gal 1:6–7 has both. The plural ἄλλοι is "others" (Isa 49:12; 65:22; 232e); ἕτερος prints "the others" only as the reciprocal party (Matt 11:16, 243g). With the article, the second of a pair, ἄλλος is "the other" (Matt 5:39 "the other *jaw*"; 12:13), a split by construction |
| πλανάω | lead astray; stray (passive) | wandered / wandered / was wandering | Split by voice (20): active "lead astray" (Matt 24:4–5, 11); passive and middle "stray, go astray" (Matt 18:12–13, the sheep that strays; 1 Pet 2:25) |
| μέντοι | nevertheless | surely / surely | John 4:27 "nevertheless no one said"; 2 Tim 2:19 "nevertheless the firm foundation of God stands." Ps 38:7 μέντοι γε "nevertheless even," for "only" (אַךְ), marked |
| λαλέω | speak | speak | Kept apart from λέγω "say" (Heb 1:1–2) |
| φόβος | fear | dread / fear / fear | One root with φοβέω "fear" (to be declared as a pair, 95) |
| ἤδη | already; now (ἤδη ποτέ, now at last; Rom 1:10; Phil 4:10, 290d) | — / — / already | John 3:18; 4:35 |
| μεσόω | be at the middle | — / — / be in the middle | John 7:14 "the festival being at its middle." The verb of μέσος "middle" (95, to be declared): "as the night was at its middle" (12:29), where the Masoretic version reads "at the half of the night" |
| ἱερός | temple (the noun τὸ ἱερόν); sacred (the adjective; Mark 16:8 shorter ending, 2 Tim 3:15, 238) | temple | The precinct: courts, porticoes, the whole sacred area (11:11–27; 12:35; 13:1–3; 14:49; ~71 NT sites). ναός "shrine" is the house itself (14:58; 15:29, 38), so the Greek's two words stay two (233d). A homograph with κρόταφος "temple" of the head (Judg 4:21), from a different root, declared (95) |
| διδάσκω | teach | teacheth / trains | Matt 28:20; Ps 17:35, 36 |
| θαυμάζω | marvel | accept / grant / admire | Matt 8:10. With πρόσωπον, to show regard for a person (19:21; Jude 16) |
| πῶς | how; somehow (the enclitic πως, in εἴ πως; Rom 1:10) | how / how / how | Matt 7:4; John 3:4, 9 |
| οἶδα | know | know | Kept apart from γινώσκω "come to know" (2:9 against 2:17; John 21:17 has both) |
| γράμμα | letter | writing / inscription / letters | 36:39 "letters embossed of a seal," for the Masoretic "a writing" (marked); 2 Cor 3:6 "the letter kills"; Gal 6:11; John 7:15 "How does this one know letters?" When ἐπιστολή is reached it takes its own English |
| μανθάνω | learn | wit / know / learn | |
| ἀποκρίνομαι | answer | answer | The participle with a verb of saying, "answering, said" (Matt 3:15) |
| διδαχή | teaching | to teach / for instruction | What is taught and the act of teaching: Matt 7:28 "the crowds were struck at his teaching"; Acts 2:42 "the teaching of the apostles"; Rom 6:17; 2 John 9. The noun of διδάσκω "teach" (one root, 95). Ps 59:1 εἰς διδαχήν for the infinitive לְלַמֵּד "to school," marked {other} |
| πέμπω | dispatch | sent / sent / sent | John 4:34; 5:23–24, 37 "the Father who dispatched me." "Send" is ἀποστέλλω's (the verb of the apostle), "send forth" ἐκπέμπω's, "send out" ἐξαποστέλλω's; the two verbs of John stay apart; the expected English is "send" (148c) |
| θέλημα | will | delight / delight | What one wills: Matt 6:10 "let your will come to be"; John 6:38; Eph 1:9–11. The Greek's word for חֵפֶץ "delight" (1:2), lexicon-level |
| γινώσκω | come to know; know (present and imperfect of knowledge held; Luke 1:34; John 1:48; 2:24–25, 281); knew (aorist, where the knower is the son or God; John 17:25, 287b) | know | "The wood of coming to know beautiful and evil" (2:17). Kept apart from οἶδα "know". Every passive is "be made known," a construction: with a dative of person "be made known to" (Exod 25:21; 173a), and bare (Ps 76:20 "your tracks will not be made known"; 78:10; Phil 4:5 "let your forbearing *spirit* be made known to all humans" (197a as amended by 198a; "gentleness" is πραΰτης's; 309f)). With God as subject the English names the act of knowing, not a learning: Ps 43:22 "he comes to know the secrets of the heart" (194a) |
| πότερον | whether | whether / whether | The interrogative of two alternatives, πότερον … ἤ "whether … or" (7:17, the one NT use). One sense from two words with εἴτε "whether … or" (146b, 284d). See 7:17 |
| θεός | God; goddess (with the feminine article, of a female deity; Acts 19:37; 263d) | God | Capitalised for the God of Israel (9); the Masoretic version's "Elohim" does not carry over. Lowercase "god, gods" where the Greek speaks of other gods |
| ἴδιος | own; privately (κατ' ἰδίαν, a construction; Mark 4:34, 235); individually (the adverbial dative ἰδίᾳ; 1 Cor 12:11, 301f) | own | John 1:11 "he came to his own" |
| δόξα | glory | glory / wealth / glory | The weight of a person's standing, and then the brightness of God: Luke 2:9, 14; John 1:14. In 31:1, 16 the wealth that makes Jacob's standing; the Masoretic version also has "glory" (כָּבוֹד, 129k) |
| ἀληθής | true | established / fixed / true | John 3:33; 8:13–17; Rom 3:4. Of the root of ἀληθεύω "speak truth" and ἀληθῶς "truly." In Gen 41:32 for the Masoretic version's "fixed" |
| ἀδικία | injustice | violence / iniquity | The opposite of δικαιοσύνη "justice" and δίκαιος "just," whose root it keeps (Rom 1:18; 1 John 1:9). In 6:11, 13 it stands for the Masoretic version's חָמָס "violence" |
| Μωϋσῆς | Moses | Moses | The Greek spells it Μωυσῆς; the Masoretic pun of 2:10 (מָשָׁה "draw out") is not in the Greek, which says ἀνειλόμην "I took him up for myself" |
| δίδωμι | give | give | |
| νόμος | law | law | The law of a thing (12:43 "the law of the Pesach"; 12:49 "one law") and the Law of Moses (John 1:17; Rom 7). The Greek's word for the Masoretic version's תּוֹרָה "Torah" (12:49) and here for חֻקָּה "statute" (12:43); νόμιμος "statute" is what the law lays down. The expected English is kept; the Torah behind it is named in the note at its first use in each book |
| ἔχω | have; fare (with an adverb); holding (to) (the middle participle, of joined things); adjoining (the middle participle of what lies next, places and days; Mark 1:38; Luke 13:33); give (with χάριν and a dative, the slave credited; Luke 17:9, 255b); be thus (οὕτως ἔχειν, of a state; Acts 12:15; 261d); be (with ἑτοίμως, of a state; Acts 21:13; 263e); for the present (τὸ νῦν ἔχον, with νῦν; Acts 24:25, 264e) | have | Split by construction (152e): with an adverb, "fare" (πῶς ἔχετε, 43:27; Acts 15:36). The middle participle of joined things, "holding (to)," a construction (Exod 26:3; 173a), of persons in order (Ps 67:26, 196c) and of the upright holding to justice (Ps 93:15) (198e) |
| δαιμόνιον | demon | devil / demon / demon | Cognate (57): the Greek word is a lesser divine power, which the Septuagint gives to the gods of the nations (Ps 95:5; Deut 32:17) and to שֵׁד (Ps 90:6; 105:37), and the New Testament to the unclean spirits Jesus casts out (Mark 1:34) and to "foreign demons" (Acts 17:18, KJV "strange gods"); 1 Cor 10:20–21 joins the two. The KJV's "devil" belongs to διάβολος. |
| πᾶς | all; every; any (after a negated verb) | all; every | διὰ παντός "continually," a construction like κατὰ μικρόν (Exod 25:29; 27:20; 28:23, 26; 173a). After a negated verb, in the order negation + verb + πᾶς, "any" (Ps 58:6 "do not have compassion on any workers of lawlessness"), 170(e) extended to this order; πᾶς … οὐ prints "no …" (Exod 20:10) (195d) |
| περιτομή | circumcision | circumcision | Rom 4:9–12, where Paul reads Gen 17 against 15:6; Phil 3:5 |
| πατήρ | father | father | |
| σάββατον | sabbath; week (in the count of days) | sabbath | In the count of days (μία / δευτέρα / τετράς σαββάτων) "week," split by construction and declared one sense with ἑβδομάς (192a: Ps 23:1; Mark 16:2; Luke 24:1; John 20:1; Acts 20:7; 1 Cor 16:2). The plural σάββατα is the Greek's ordinary form for the one day (16:23, 25–26; Matt 12:1; Luke 4:16), printed singular; not a difference of number. A Hebrew loanword English already has (5). One root with σαββατίζω "sabbath (v.)" (95, 171f) |
| περιτέμνω | circumcise | circumcise | Cut around: Luke 1:59; 2:21; Acts 15:1; Gal 5:2–3; 6:12–13 |
| ἄνθρωπος | human | man | Core table (11) |
| λαμβάνω | take | take | |
| λύω | loose | opened / opened / loosed | Loose, untie (Mark 1:7; John 11:44), and of what is undone (John 2:19 "Loose this shrine") |
| χολάω | be galled | be angry / be angry | The verb of χολή "gall" (95, one root): bile, and so bitter anger (7:23, the one NT use). "Be angry" is ὀργίζομαι's, "bitter" πικρός's. The WPRB reads "angry". See 7:23 |
| ὅλος | whole | all / all / all | Matt 4:23; 5:29–30 "your whole body"; John 4:53. "All" is πᾶς's |
| ὑγιής | healthy | whole / well | Sound in body (Matt 12:13; John 5:6–15). One root with ὑγιαίνω "be healthy" (95) |
| κρίνω | judge | judge | Of the root of κρίσις "judgment" |
| ὄψις | appearance | to look upon / to look upon / in appearance | John 7:24 "do not judge by appearance"; John 11:44; Rev 1:16. "Sight" is ὅρασις's |
| δίκαιος | just | righteousness; righteous | |
| κρίσις | judgment | Enmishpat / judgment | John 5:22–30; in the name "the spring of judgment" (14:7) |
| Ἱεροσολυμίτης | Jerusalemite | they of Jerusalem / people of Jerusalem | The gentilic of Ἱεροσόλυμα "Jerusalem" (1:5; John 7:25) |
| ἴδε | look | behold | One particle with ἰδού "look" (88's rule, 233l); against βλέπω "look" (the verb) a false clash to be declared (116, as נָבַט / הִנֵּה, 119) |
| μήποτε | lest (of purpose, or opening an anxious plea); perhaps (of doubt); never (a negative of time with the indicative; Heb 9:17) | otherwise … at all / — | Split by construction at Heb 9:17. See 9:17 |
| ἄρχων | ruler | prince / officer | One who rules (Matt 9:18; John 3:1; Eph 2:2). Of one root with ἀρχή and ἄρχω "rule" |
| ἀληθῶς | truly | of a surety / indeed / truly | Matt 14:33; 27:54, "truly this was God's son" |
| Χριστός | Christos | Christ / anointed | Transliterated in the New Testament and the Septuagint version alike (66); the Masoretic version reads "anointed" (68). Acts 4:26 quotes Ps 2:2 |
| πόθεν | from where | whence | Matt 13:27, 54; John 3:8 |
| ἔρχομαι | come | come | |
| κράζω | cry out | cried / cried / cried | Mark 10:47; Rom 8:15 "by whom we cry out, Abba"; Gal 4:6 |
| κἀγώ | I too; and I (where it renders וַאֲנִי, and where καί joins with no additive force; Matt 11:28); both (κἀμέ … καί, the correlative; John 7:28, 284) | I / I / I too | καί + ἐγώ. "I too" where the καί adds (John 6:57; Gen 20:6; 30:3; 40:16, for גַּם / אַף); "and I" where it renders וַאֲנִי with no additive force (Gen 42:37; Ps 87:14; 117:7), a split by construction (20, 200e) |
| ἀληθινός | truthful | true / faithfulness / truthful | 34:6 "of much mercy and truthful," for the Masoretic "and truth" (marked {other}); John 1:9 "the truthful light"; 17:3 "the truthful God alone" (287a); Rev 3:7, 14; 19:11 "Faithful and Truthful." Kept apart from ἀληθής "true" and ἀλήθεια "truth"; one root with them (95) |
| κἀκεῖνος | and that one; and those (plural); that one too (where the καί adds, an object or a subject inside its clause; Luke 20:11; 2 Tim 2:12, 316e) | him also / him also | Crasis of καί + ἐκεῖνος, as κἀγώ "and I" (Mark 12:4, 5). The split at 20:11, an object inside its clause |
| ἀποστέλλω | send | send forth | The verb of the apostle, the one sent (Matt 10:5, 16; John 20:21). "Send out" is ἐξαποστέλλω's |
| πιάζω | grip | took / took | Of a hand on a person (3:7), of arrest (John 7:30, 32, 44; 8:20; 10:39; 11:57; 2 Cor 11:32), of a catch of fish (John 21:3, 10), of the beast taken (Rev 19:20). "Grasp" is κρατέω's, "seize" δράσσομαι's, "take hold of" ἐπιλαμβάνω's, "catch" συλλαμβάνω's. See 3:7 |
| ἐπιβάλλω | cast on; impose (of a fine or penalty); fall to (of a share; Luke 15:12, 248j) | cause to fall upon | Lay or cast upon (Mark 14:46; Luke 9:62). Of a penalty laid on someone, "impose," a split by collocation (Exod 21:22, 30; 172a) |
| χείρ | hand | hand | |
| ὥρα | hour; season (where no time is being reckoned, 229b) | season / season / season | The hour (Matt 26:45; John 2:4); εἰς ὥρας, "into hours," the season come round (18:10, 14) |
| σημεῖον | sign | sign | |
| Φαρισαῖος | Pharisee | Pharisees | The party's name (18); "the scribes of the Pharisees" (2:16) are scribes of that party |
| ἀκούω | hear | hear | |
| γογγύζω | grumble | murmur / murmur / grumble | Matt 20:11; John 6:41, 43; 1 Cor 10:10 "nor grumble, as some of them grumbled." One set with διαγογγύζω "grumble" and γογγυσμός "grumbling" (95, 171f) |
| ἀρχιερεύς | high priest; high priests (plural) | high priest / chief priests | One gloss, singular and plural (233c): never "chief priests"; one R note at 8:31 says who the plural are |
| ὑπηρέτης | assistant | — (the KJV and RSV render the Hebrew) | One who serves under another's orders, an aide or officer. Kept apart from θεράπων "attendant", παῖς "servant", δοῦλος "slave" and διάκονος (77) |
| ἔτι | further; still (of time); no longer (with οὐ; Luke 16:2) | — | "Yet, still, further": "God further made spring forth," "God further shaped" (2:9, 19), a plus of the Greek both times. Split by construction (148f): "still" of a time or state that goes on (25:6) |
| μικρός | small | small / small / small | "From small to great" (Acts 8:10; Heb 8:11); Matt 18:6, 10. κατὰ μικρόν "little by little," a construction (Exod 23:30; Deut 7:22 LXX; 172a). The neuter μικρόν as an adverb, "a little" (ἔτι μικρόν "still a little," Isa 10:25; 28:13, 25; John 14:19; 232e) |
| χρόνος | chronos | time; season | |
| εὑρίσκω | find | find | |
| μέλλω | be about to; hang back (absolute, with τί and no infinitive; Acts 22:16, 264e) | — / — / be about to | With an infinitive, what is on the point of happening: Matt 2:13; 16:27; Rom 8:18 |
| πορεύομαι | go | go | |
| διασπορά | dispersion | outcasts / outcasts | The scattering of a people and the scattered people: Ps 146:2 "the dispersions of Israel," for the Masoretic version's "the pushed" (נִדְחֵי), marked; John 7:35 "the dispersion of the Greeks"; Jas 1:1 "the twelve tribes in the dispersion"; 1 Pet 1:1 "chosen transients of the dispersion" (317m, r). One root with διασπείρω "disperse" (95). "Diaspora," the cognate, is not printed: the living English word names the Jewish communities abroad, which John 7:35 and 1 Peter stretch |
| Ἕλλην | Greek; Greeks | Greek / Greek / Greek | At 9:12 for the Masoretic version's "Philistines," a different name, marked (145f); John 7:35; Rom 1:16 |
| λόγος | logos, logoi (capital "Logos" at John 1:1, 1:14 and 1 John 1:1 only) | word | |
| ἔσχατος | last | hindermost / last / last | Matt 19:30; 20:16 "the last shall be first"; John 6:39–54 "on the last day" |
| ἡμέρα | day | day | |
| μέγας | great | great | |
| ἵστημι | stand; make stand (transitive); weigh out (of silver or a sum on a balance); set (of a day fixed; Acts 17:31; 262b) | establish / set up | Split by construction (20): intransitive "stand," transitive "make stand" ("I will make stand my covenant," 6:18; Rom 3:31 "we make the law stand"); by collocation, silver set on a balance is "weighed out" (228b; Isa 46:6; Matt 26:15, 247) |
| διψάω | thirst (v.) | thirst | Matt 5:6; John 4:13–15; 7:37. One root with δίψος "thirst" (95, 171f) |
| πίνω | drink | drink | |
| καθώς | just as; how (after a verb of telling; Acts 15:14; 262) | as | |
| γραφή | writing | writing / writing / writing | 32:16 "the writing was a writing of God"; in the New Testament the writing Israel reads (Rom 4:3 "What does the writing say?"; Matt 22:29 "you know neither the writings"; 2 Tim 3:16), where the tradition prints "Scripture." Of γράφω "write" (95) |
| ποταμός | river | river | |
| ῥέω | flow | floweth / flowing / flowing | "A land flowing with milk and honey"; John 7:38 "rivers of living water will flow." The tokens once tagged G4483, the homograph ἐρῶ "say," are merged here (204g) |
| κοιλία | belly | belly | Also the womb (Luke 1:41); the collocation decides when reached |
| ζάω | live; living (participle); make live (with an object) | living | "Living soul" (1:20, 24; 2:7). With an object, the Greek of the Hebrew piel of חָיָה, it is "make live," a construction, unmarked against the Masoretic "keep alive" (201e): Ps 118:37 "in your way make me live," and ten more sites in Ps 118 |
| ὕδωρ | water (sg.); waters (pl.) | the waters | The Greek number is printed: singular "the water" (1:2, 6, 7, 9), plural "the waters" (1:10, 20–22). The Masoretic version has the plural מַיִם throughout |
| πνεῦμα | wind / spirit | wind; Spirit | Split as רוּחַ (31, 56): "wind" for weather and the quarters of the sky, "spirit" where a person or God possesses it; cruxes under ruling 1 (1:2). Lowercase (42) |
| οὐδέπω | not yet | not yet | Of a state not yet reached (9:30; John 7:39; 20:9) |
| δοξάζω | glorify | triumphed / triumphed / — | The verb of δόξα "glory" (95, to be declared): the Song's refrain and chain (15:1, 2, 6, 11, 21); John 12:28; 17:1–5. The perfect δεδόξασται is passive, "he has been glorified." Kept apart from ἐνδοξάζω "make glorious" (14:4) |
| προφήτης | prophet | prophet / prophet / prophet | First of Abraham (20:7); Ps 104:15 LXX |
| σπέρμα | seed | seed | Also offspring (Gal 3:16), which the one gloss keeps audible |
| Δαυίδ | David | David / David | Swete's Δαυείδ is a spelling (167g) |
| Βηθλέεμ | Bethlehem | Bethlehem / Bethlehem / Bethleem | Matt 2:1–8 (Mic 5:1 LXX); Luke 2:4, 15 |
| κώμη | village | — (the KJV and RSV render the Hebrew) | An unwalled settlement, as against πόλις "city"; the Gospels' villages |
| σχίσμα | split | rent / tear | The noun of σχίζω "split" (1:10; 15:38), one root (95, to be declared): the worse split in the cloak (2:21); the split in the crowd (John 7:43); "that there be no splits among you" (1 Cor 1:10), where the expected English is "divisions" and the cognate "schism" a false friend (57) |
| γίνομαι | come to be | let there be; be / come into being | "Let light come to be," "and it came to be thus," "evening came to be": the chapter's verb of making things happen, against the Masoretic version's הָיָה "be." John 1:3 "all things came to be through him." With εἰς of result (2:7) the preposition is not printed |
| ἄγω | lead; let us go (ἄγωμεν, hortatory; Mark 1:38; 14:42); bring (impersonal, of a span of time; Luke 24:21, 256) | bring | "Led them to Adam," "led her to Adam" (2:19, 22); Rom 8:14. The interjection ἄγε (ἄγε νῦν "Come now," Jas 4:13; 5:1), which the tagger gives this id, is a function word and prints untagged (319b) |
| οὐδέποτε | never | not / never / never | |
| οὕτω | thus | so | "And it came to be thus," the formula of the days |
| ἐπάρατος | accursed | cursed / accursed | ἐπί + ἀρά "imprecation" (95, one root): one on whom an imprecation lies (7:49, the one NT use). One root with ἐπικατάρατος "accursed" (95, 284d; κατάρα is κατά + ἀρά), RP's reading at the site, table-only. The WPRB reads "under a curse". See 7:49 |
| Νικόδημος | Nicodemus | Nicodemus / Nicodemus | A name (18): a Pharisee, a ruler of the Judeans (3:1, 4, 9; 7:50; 19:39) |
| πρότερος | former; formerly (τὸ πρότερον); ahead of (with a genitive of person) | at the beginning / at the first / formerly | Split by construction (20): the adverbial neuter is "formerly" (John 6:62; Gal 4:13); with a genitive of person, "ahead of" (Exod 23:28; 172a) |
| πρῶτος | first | first | |
| ἐρευνάω | search | search / search / search | John 5:39; Rom 8:27; 1 Cor 2:10 |
| ὁράω | see; be seen (passive) | see; appear | "Let the dry be seen" (1:9), the passive kept; the Masoretic version has the same |
| ἐγείρω | wake; raise (a person lifted from the ground or a low place; a ruler raised up; a building raised up, John 2:19–20); get up (middle, intransitive); be raised (passive, of the dead); get up (passive or imperative, of the sick or one sitting or lying; 234c); be raised (passive, of nations and pretenders raised up against, and of a prophet raised up; Mark 13:8, 22, 237f; Matt 11:11; 24:11, 24) | raised up | 200a extended by 228b: "raise" also of raising up a ruler (45:13, Cyrus "as king") |