Septuagint · Bel and the Dragon
Bel and the Dragon
1 ΚΑΙ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβεν Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.
2 καὶ ἦν Δανιὴλ συνβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ.
3 καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ᾧ ὄνομα Βήλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσεράκοντα καὶ οἴνου μετρηταὶ ἕξ.
4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο καθ’ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ, Δανιὴλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Διὰ τί οὐ προσκυνεῖς τῷ Βήλ;
5 ὁ δὲ εἶπεν Ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεόν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρίαν.
6 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ’ ἑκάστην ἡμέραν;
7 καὶ εἶπεν Δανιὴλ γελάσας Μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθέν ἐστι πηλός, ἔξωθεν δὲ χαλκός, καὶ οὐ βέβρωκεν οὐδέποτε.
8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε·
9 ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτά, ἀποθανεῖται Δανιήλ, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ. καὶ εἶπεν Δανιὴλ τῷ βασιλεῖ Γινέσθω κατὰ τὸ ῥῆμά σου.
10 καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων· καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ.
11 καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βήλ Ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θές, καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου.
12 καὶ ἐλθὼν πρωὶ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βήλ, ἀποθανούμεθα, ἢ Δανιὴλ ὁ ψευδόμενος καθ’ ἡμῶν.
13 αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον, καὶ δι’ αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά.
14 καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βήλ· καὶ ἐπέταξεν Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν, καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον.
15 οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν, καὶ κατέφαγον πάντα καὶ ἐξέπιον.
16 καὶ ὤρθρισεν ὁ βασιλεὺς πρωί, καὶ Δανιὴλ μετ’ αὐτοῦ.
17 καὶ εἶπεν Σῷοι αἱ σφραγῖδες, Δανιήλ; ὁ δὲ εἶπεν Σῷοι, βασιλεῦ.
18 καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ Μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς.
19 καὶ ἐγέλασεν Δανιήλ, καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω, καὶ εἶπεν Ἴδε δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.
20 καὶ εἶπεν ὁ βασιλεύς Ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.
21 καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι’ ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ.
22 καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεύς, καὶ ἔδωκεν τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.
23 Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
24 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.
25 καὶ εἶπεν Δανιήλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστιν θεὸς ζῶν·
26 σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου. καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι.
27 καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας, καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἴδετε τὰ σεβάσματα ὑμῶν.
28 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν, καὶ τοὺς ἱερεῖς κατέσφαξεν.
29 καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα Παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.
30 καὶ ἴδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ.
31 οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.
32 ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσιν τὸν Δανιήλ.
33 καὶ ἦν Ἁμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.
34 καὶ εἶπεν ἄγγελος Κυρίου τῷ Ἁμβακούμ Ἀπένεγκε τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.
35 καὶ εἶπεν Ἁμβακούμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω.
36 καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου, ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ.
37 καὶ ἐβόησεν Ἁμβακοὺμ λέγων Δανιὴλ Δανιήλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέν σοι ὁ θεός.
38 καὶ εἶπεν Δανιήλ Ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλειπες τοὺς ἀγαπῶντάς σε.
39 καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Ἁμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.
40 ὁ δὲ βασιλεὺς ἦλθεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιήλ, καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν, καὶ ἰδοὺ Δανιὴλ καθήμενος.
41 καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν Μέγας εἶ, Κύριε ὁ θεὸς τοῦ Δανιήλ, καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος.
42 καὶ ἀνέσπασεν αὐτόν, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον, καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ.
Greek text: Swete's edition via First1KGreek, CC BY-SA 4.0, with corrections listed in the repository.
Notes
- Reading↩ Back to the text
Ἀστυάγης, the last king of the Medes, is named nowhere else in the Bible. The familiar English form is printed (18), first-fixed here. Theodotion opens the book at the change of kings: Cyrus takes the kingdom of Astyages, as Darius took Belshazzar's at Dan 5:31 (Theodotion's numbering).
- Decision↩ Back to the text
Expected: "and Cyrus of Persia received his kingdom" (KJV)
παραλαμβάνω is "take along," and "receive" of a teaching handed on or a person welcomed (280, 295). A kingdom handed on is printed "received," as at Dan 5:31, where Theodotion has the same phrase of Darius (παρέλαβεν τὴν βασιλείαν; the settled split held there, 337).
- Reading↩ Back to the text
Ruling 336
κυρίαν, "lordship" (κυρεία, G92688), as at Dan 4:19 and 6:26 (336), not κυρία "lady": πάσης σαρκὸς κυρίαν, "lordship over all flesh." The token is tagged with the id of the noun of rule.
- Reading↩ Back to the text
Ruling 9
θεός is lower case where the speaker calls Bel or the dragon a god (1:6, 24: the king's words) and capitalised where Daniel speaks of his own God (1:5, 25), by referent (9). The two speeches echo each other: "this one is not a living god" (1:24), "this one is a living God" (1:25).
- Decision↩ Back to the text
Expected: "be not deceived" (KJV)
πλανάω is "lead astray," and in the passive and middle "stray" (the split by voice, 20). Μὴ πλανῶ is the passive imperative: "Do not stray," the king being the one who wanders from the truth, not one deceived by another.
- Decision↩ Back to the text
Expected: "And they little regarded it" (KJV)
Ruling 2
καταφρονέω holds its settled "despise": the priests think down on the king's test because they know of the hidden entrance. The verb has no object; it is supplied.
- Reading↩ Back to the text
κατέσησαν is from κατασήθω "sift down" (κατά + σήθω "sift"): the lads sift the ash over the floor of the shrine, so that the feet will leave tracks (1:19–20). Not καθίστημι "appoint," which the form resembles.
- Decision↩ Back to the text
Expected: "and did seethe them together" (KJV)
Ruling 257
ἐπὶ τὸ αὐτό is "in / to the same place" (257), the construction of Acts 1:15 and 2:1, 44: here the three things go into one pot. The WPRB prints "together."
- Decision↩ Back to the text
Expected: "into the lions' den" (KJV)
Ruling 2
λάκκος is "pit," as Theodotion's Daniel 6 prints it ten times (6:7, 12, 16–20, 23–24): a pit dug in the ground, as Joseph's (Gen 37). Bel 31–42 is the second lions' pit of the Greek Daniel, and the same English carries the echo.
- Reading↩ Back to the text
Ἁμβακούμ is Swete's spelling of the prophet's name, the Masoretic version's Habakkuk (חֲבַקּוּק). The id is the prophet's (G92738), and the Greek Habakkuk prints the name so at Hab 1:1 and 3:1, "Habakkuk the prophet" as here; the name is printed in the same form (18). Swete's title for this book in Vaticanus does not name him.
- Decision↩ Back to the text
Expected: "and had broken bread in a bowl" (KJV)
σκάφη is anything hollowed out: a skiff (its settled gloss, Acts 27:16, 30, 32), and a tub or trough, as here, the vessel Habakkuk crumbles the loaves into. "Skiff" would make a false sense in English (57), so the vessel is printed "tub," the split of 339 for a household vessel; "bowl" is κρατήρ's.
- Reading↩ Back to the text
Κύριε is the address to the messenger, lower case as a courtesy title, as Theodotion's Daniel addresses the figure of his visions at Dan 10:16 and 12:8 ("O lord"); at 1:41 the king's Κύριε is God's name, "Lord."
- Decision↩ Back to the text
Expected: "took him by the crown" (KJV)
κορυφή of a person is "top of the head," the split of 339 ("summit" stands for a mountain, Gen 49:26; "crown" is στέφανος's).
- Decision↩ Back to the text
Expected: "and bare him by the hair of his head" (KJV)
βαστάζω with a genitive of what is grasped is "lift," the split of 339; its home "shoulder (v.)" would put Habakkuk on the messenger's shoulders.
- Decision↩ Back to the text
Expected: "through the vehemency of his spirit" (KJV)
πνεῦμα is "wind" of weather and "spirit" where a person possesses it (31, 56); αὐτοῦ makes it the messenger's own, so "spirit." The ῥοῖζος, a rushing sound, is the noise of a thing flying, and a wind is not ruled out: the possessive decides the gloss, not the picture, and the crux stays open.
- Reading↩ Back to the text
Ruling 137
Swete prints ἐγκατέλειπες, the imperfect form; the aorist would be ἐγκατέλιπες, and the two differ by one vowel. The form is translated as printed; English "did not forsake" carries the imperfect's denial of what God was ever doing as well as the single act.
Words in this chapter (203)
| Word | Gloss | Instead of | Note |
|---|---|---|---|
| βασιλεύς | king | king | |
| Ἀστυάγης | Astyages | Astyages / — / — | The last king of the Medes (Bel 1), in the familiar English form (18) |
| προστίθημι | add | again / add | "She added to bear" (4:2), "it shall not add to give" (4:12): the Hebrew idiom kept, as the Greek keeps it (Luke 20:11–12) |
| πατήρ | father | father | |
| Κῦρος | Cyrus | Cyrus | The Persian king, named at 44:28 and 45:1, as the Masoretic version (18) |
| Πέρσης | Persian | Media / Media / Persians | The people of Persia; at 21:2 for the Masoretic version's Madai (Media), marked {name} |
| παραλαμβάνω | take along; receive (of a teaching handed on, or a person welcomed; 1 Cor 11:23; 15:1–3; John 1:11; Gal 1:9, 12; 280m, 295) | took / took / took along | "He takes along Peter and James and John" (Matt 17:1; 1:20; 2:13); "receive" a teaching or a person welcomed (1 Cor 15:1–3; John 1:11), where the collocation decides (280m). "Take" is λαμβάνω's |
| βασιλεία | kingdom | kingdom | Kingdom and kingship (Matt 6:10; "the kingdom of the skies," 55) |
| Δανιήλ | Daniel | Daniel / Daniel | The prophet (Matt 24:15; Mark 13:14 in RP only), the familiar English form (18) |
| εἰμί | be | be | Kept apart from γίνομαι "come to be" |
| συμβιωτής | companion | conversed with / — / — | One who shares another's life, of Daniel at the king's side (Bel 2), of βίος "life." "Comrade" is ἑταῖρος's, "partner" κοινωνός's, "live with" συζάω's |
| ἔνδοξος | glorious | honourable / honored / most glorious | Luke 7:25; 13:17; Eph 5:27 "a glorious assembly." Of δόξα "glory" (95, to be declared); the superlative ἐνδοξότατος "most glorious" (34:19) |
| πᾶς | all; every; any (after a negated verb) | all; every | διὰ παντός "continually," a construction like κατὰ μικρόν (Exod 25:29; 27:20; 28:23, 26; 173a). After a negated verb, in the order negation + verb + πᾶς, "any" (Ps 58:6 "do not have compassion on any workers of lawlessness"), 170(e) extended to this order; πᾶς … οὐ prints "no …" (Exod 20:10) (195d) |
| φίλος | friend | friend / friend / friend | 33:11 "as if anyone should speak to his own friend," for the Masoretic "fellow"; Jas 2:23 "friend of God"; John 15:13–15 |
| εἴδωλον | idol | images / household gods / idols | An image of a god: Acts 7:41; 1 Cor 8:4; 1 John 5:21. In Gen 31 for the Masoretic version's teraphim |
| Βαβυλώνιος | Babylonian | of Babylon | The people; "the king of the Babylonians" where the Masoretic version names the city, marked {name} (as "the Assyrians") |
| ὄνομα | name | name | |
| Βήλ | Bel | — (the KJV and RSV render the Hebrew) | The god of Babylon (46:1; Jer 50:2; 51:44); the Masoretic version's בֵּל |
| δαπανάω | spend | spent / spent | Luke 15:14; Acts 21:24; 2 Cor 12:15 |
| ἕκαστος | each | every one / each | The distributive (Matt 16:27; Acts 2:6, 8 "each in his own dialect"), where the Masoretic version reads "a man" (אִישׁ) |
| ἡμέρα | day | day | |
| σεμίδαλις | fine flour | fine meal / fine meal / fine flour | Rev 18:13 |
| ἀρτάβη | artaba | — | A dry measure (Persian, used in Egypt), transliterated as the Masoretic version transliterates bath, homer and ephah |
| δώδεκα | twelve | twelve | |
| πρόβατον | sheep | flock / sheep | Where the Masoretic version reads "flock" (צֹאן) |
| τεσσεράκοντα | forty | forty | |
| οἶνος | wine | wine | John 2:3–10; Eph 5:18 |
| μετρητής | metretes; metretai (plural) | firkins / gallons | A liquid measure of about 39 litres (some 10 US gallons), transliterated as the house prints measures (155: saton, kor, bath, stadion): 2:6, "two or three metretai apiece," some 80 to 120 litres a jar. "Measure" is μέτρον's. The WPRB gives the amount, "twenty or thirty gallons" |
| ἕξ | six | six | |
| σέβομαι | worship | worship | Reverence shown to a god; 29:13 as ruled at 219, "in vain do they worship me." One root with εὐσέβεια, ἀσέβεια (σέβ-); "bow down" is προσκυνέω's, "serve" λατρεύω's |
| πορεύομαι | go | go | |
| προσκυνέω | bow down | bowed himself / bowed himself / did obeisance | Bow down, prostrate oneself, of homage to a person (18:2; 23:7) and of worship of God (Matt 4:10; John 4:20–24; Rev 22:8–9), where the expected English is "worship": the one word never decides whether a bowing was worship (Matt 2:11; 28:9) |
| θεός | God; goddess (with the feminine article, of a female deity; Acts 19:37; 263d) | God | Capitalised for the God of Israel (9); the Masoretic version's "Elohim" does not carry over. Lowercase "god, gods" where the Greek speaks of other gods |
| λέγω | say; called (ὁ λεγόμενος, the passive participle naming a person or place; Mark 15:7, 238b); call (with two accusatives; Luke 20:37, 255e) | say | |
| χειροποίητος | handmade | idols / idols / handmade *things* | Mark 14:58; Acts 7:48; 17:24; Heb 9:11, 24, "not handmade" |
| ζάω | live; living (participle); make live (with an object) | living | "Living soul" (1:20, 24; 2:7). With an object, the Greek of the Hebrew piel of חָיָה, it is "make live," a construction, unmarked against the Masoretic "keep alive" (201e): Ps 118:37 "in your way make me live," and ten more sites in Ps 118 |
| κτίζω | create | possess / maker | Rom 1:25; Col 1:16; Eph 2:10. See 14:19 |
| οὐρανός | sky, skies | heaven | |
| γῆ | land | earth | |
| ἔχω | have; fare (with an adverb); holding (to) (the middle participle, of joined things); adjoining (the middle participle of what lies next, places and days; Mark 1:38; Luke 13:33); give (with χάριν and a dative, the slave credited; Luke 17:9, 255b); be thus (οὕτως ἔχειν, of a state; Acts 12:15; 261d); be (with ἑτοίμως, of a state; Acts 21:13; 263e); for the present (τὸ νῦν ἔχον, with νῦν; Acts 24:25, 264e) | have | Split by construction (152e): with an adverb, "fare" (πῶς ἔχετε, 43:27; Acts 15:36). The middle participle of joined things, "holding (to)," a construction (Exod 26:3; 173a), of persons in order (Ps 67:26, 196c) and of the upright holding to justice (Ps 93:15) (198e) |
| κυρία | lordship | rule | Power held, lordship (μετὰ κυρίας, 40:10); its own id apart from κυρία "lady" (G2959, 2 John 1, 5) |
| σάρξ | flesh | flesh | The Greek plural, a mass noun's, prints the gloss's own plural "fleshes," marked {number} against a Hebrew singular (Ps 77:27; 78:2; 175c, 197d) |
| δοκέω | seem; presume (with μή and an infinitive of thought or speech, Matt 3:9; with μή and a ὅτι clause, John 5:45; 240, 283) | seem / seem / seem | A split by construction (20, 240b): "do not presume to say in yourselves" (Matt 3:9); "seem" holds elsewhere, "seem *to yourselves*" with an infinitive and no μή (Luke 24:37; John 5:39; 283a) (1 Cor 12:22). "Think" is ὑπολαμβάνω's, "suppose" οἴομαι's |
| ὁράω | see; be seen (passive) | see; appear | "Let the dry be seen" (1:9), the passive kept; the Masoretic version has the same |
| ὅσος | as many as; as much as (singular); how many (opening an indirect question; Acts 9:13, 16) | everything that | "All the things, as many as he had made" (1:31). Split by number (20, 199e): the singular measures an amount, "as much as" (Ps 102:12 καθ' ὅσον) |
| ἐσθίω | eat | eat | |
| πίνω | drink | drink | |
| γελάω | laugh | laugh | Luke 6:21, 25. The Masoretic version's צָחַק is the sound of Isaac's name; the Greek is not (17:19) |
| πλανάω | lead astray; stray (passive) | wandered / wandered / was wandering | Split by voice (20): active "lead astray" (Matt 24:4–5, 11); passive and middle "stray, go astray" (Matt 18:12–13, the sheep that strays; 1 Pet 2:25) |
| πηλός | clay | morter / mortar | Wet clay (John 9:6, 11; Rom 9:21) |
| ἔσωθεν | from within; the inside (τὸ ἔσωθεν) | within / inside | |
| χαλκός | bronze | brass / bronze | |
| ἔξωθεν | from outside; outside (with a genitive); the outside (τὸ ἔξωθεν) | without / outside | With a genitive, "outside" (Exod 26:35; 27:21), a construction (173a) |
| οὐδέποτε | never | not / never / never | |
| βιβρώσκω | eat | eat | John 6:13 "those who had eaten." Of the root of βρῶσις "eating" (142c), and one sense with ἐσθίω "eat" (95, to be declared, as 146b) |
| θυμόω | be enraged | repent / be sorry / be angry | Of θυμός "wrath" (Matt 2:16, Herod "was enraged"). See 6:7 |
| καλέω | call | call | With two accusatives, "called the light Day," the Greek has no "to" (contrast the Masoretic version's קָרָא לְ) |
| ἱερεύς | priest | priest | Heb 7:1, of Melchizedek |
| κατεσθίω | devour | devour / use up / devour | Matt 23:14; Luke 15:30; Gal 5:15. "Eat" is ἐσθίω's |
| δαπάνη | expense | cost / cost | 14:28. One root with δαπανάω "spend" (95) |
| ἀποθνῄσκω | die | die | |
| δείκνυμι | show | shew / show | Matt 4:8; John 14:8 "show us the Father." Acts 7:3 quotes 12:1 |
| βλασφημέω | blaspheme | blasphemed / despised / — | To speak against, revile, of a name or a person: 52:5, of the Lord's name among the nations (Rom 2:24 quotes it); Mark 2:7; 3:28–29. The cognate is printed because its living English sense, speech against God or the holy, is the Greek's (57); for the Masoretic version's "spurned" (נָאַץ) it is marked as a sense difference |
| γίνομαι | come to be | let there be; be / come into being | "Let light come to be," "and it came to be thus," "evening came to be": the chapter's verb of making things happen, against the Masoretic version's הָיָה "be." John 1:3 "all things came to be through him." With εἰς of result (2:7) the preposition is not printed |
| ῥῆμα | word | word | A thing said, and the thing it tells of (Luke 2:15, 19). "Logos" is λόγος's (64); "word" is free in the Greek |
| ἑβδομήκοντα | seventy | seventy | |
| γυνή | woman | husband; wife | |
| τέκνον | child | children | Where the Masoretic version reads "sons" (3:16) |
| ἔρχομαι | come | come | |
| οἶκος | house; at home (ἐν οἴκῳ, anarthrous; 1 Cor 14:35) | house / household | The household as well as the building (Acts 16:31) |
| ἀποτρέχω | run off | go your way / be gone | |
| ἔξω | outside | without / outside | Matt 26:69, 75; John 6:37 "I will not cast out outside." "From outside" is ἔξωθεν's |
| παρατίθημι | set before; commit (middle, of a person or a soul entrusted; Luke 23:46; Acts 14:23; 262) | set before | Mark 6:41; 8:6–7; Luke 10:8. A compound of τίθημι "set". Split by construction or collocation, 193e. |
| βρῶμα | food | food | A thing eaten (John 4:34; Rom 14:15); kept apart from βρῶσις "eating". The Greek plural prints "foods," marked {number} against a Hebrew singular (Ps 78:2; 175c, 197d) |
| κεράννυμι | temper | mingle / mix | To mix wine with water (Rev 14:10; 18:6). One verb with κιρνάω "temper" (to be declared); "mix" is μίγνυμι's, "blend" καταμίγνυμι's |
| τίθημι | set | set / put | "Set them in the firmament" (1:17); "set there the human" (2:8, 15). The Masoretic version has "gave" (נָתַן, 1:17) and "put" |
| ἀποκλείω | shut to | shut / shut / shut | Shut a door fast: "the master of the house rises and shuts to the door" (Luke 13:25). "Shut" is κλείω's (7:16). "Shut up" of persons confined, with εἰς and a place (Isa 24:22; 225c, 232e) |
| θύρα | door | door | The Masoretic version's פֶּתַח is "doorway" |
| σφραγίζω | seal (v.) | seal / seal / seal | Matt 27:66; John 3:33; Rev 7:3; 22:10. The verb of σφραγίς "seal" (95, to be declared) |
| δακτύλιος | ring | signet / signet / ring | Luke 15:22 "put a ring on his hand." In Gen 38:18, 25 for the Masoretic version's "seal" (חוֹתָם, חֹתֶמֶת) |
| πρωΐ | morning | morning | An adverb, "early," used as a noun of the day's start |
| εὑρίσκω | find | find | |
| ψεύδομαι | lie (v.) | submit themselves / cringe | Acts 5:3 "to lie to the Holy Spirit"; Col 3:9 "do not lie to one another." One root with ψεῦδος "lie" and ψευδής "false" (95). For the Masoretic version's "denied" (כִּחֵשׁ, feigned obedience), lexicon-level |
| καταφρονέω | despise | deceiver / mocking / despise | To think down on: Matt 6:24; 18:10; Rom 2:4; Heb 12:2 "despising the shame" |
| ποιέω | make / do | make, create / do | Split by construction, as עָשָׂה (20): "make" with a thing made, "do" with a deed or work done (2:2). In Gen 1 it also stands for בָּרָא, so the Greek has no separate "create" |
| τράπεζα | table | table / table / table | Matt 15:27; Luke 22:21. The seed is adopted |
| κρύπτω | hide | hide | "Hide," passive "be hidden" (3:8, 10; 4:14; Matt 5:14) |
| εἴσοδος | entrance | for thy sake / because of you / at your coming in | A coming in: Acts 13:24; 1 Thess 1:9; 2:1; Heb 10:19 |
| εἰσπορεύομαι | go in | come in / go in | "Go in to" a woman (6:4); "those going in" (7:16); Mark 1:21; Acts 9:28. Paired in shape with ἐκπορεύομαι "go forth"; "enter" is εἰσέρχομαι's |
| διόλου | constantly | continually / — / — | Through the whole, of a thing done again and again (Bel 13). "Continually" is the construction διὰ παντός's (173a), "perpetually" ἐνδελεχῶς's |
| ἀναλίσκω | consume | consume / consume / consume | Luke 9:54; Gal 5:15 "lest you be consumed by one another." In Gen 41:30 for the Masoretic version's "finish" |
| ἐξέρχομαι | go out | go out | |
| ἐπιτάσσω | enjoin | commanding / charging / instructing | To lay a charge on: Gen 49:33; Mark 1:27 "he enjoins even the unclean spirits"; Luke 8:25; 14:22. "Command" is ἐντέλλομαι's, "order" προστάσσω's, "charge" αἰτία's |
| παιδάριον | lad | lad / lad / child | "There is a lad here who has five barley loaves" (John 6:9). The diminutive of παῖς; "little child" is παιδίον's |
| φέρω | bring; be borne (passive); carry (with a burden, pain or sin, or persons borne along) | bring | "Bear" is left free for τίκτω. Split by voice (154d): the passive is "be borne" (49:3; Heb 6:1). With a burden, pain or sin, "carry" (219; Isa 53:4, 11) "Carry" extended to persons borne along (231c): Isa 64:6. |
| τέφρα | ash | ashes / — / — | Fine ash, sifted over a floor (Bel 14). One thing, two words with σποδός "ashes" (Gen 18:27), declared (95, 339d) |
| κατασήθω | sift down | — / — / — | To sift down (κατά + σήθω), here of the lads sifting ash over the floor of the shrine (Bel 14). "Sift" is σινιάζω's |
| ὅλος | whole | all / all / all | Matt 4:23; 5:29–30 "your whole body"; John 4:53. "All" is πᾶς's |
| ναός | shrine | temple / temple | The house of the god itself, as against ἱερόν, the temple precinct: Matt 23:35 "between the shrine and the altar"; 27:51; John 2:19–21 "Loose this shrine"; 1 Cor 3:16 "you are God's shrine." "Sanctuary" is ἁγίασμα's |
| μόνος | alone; sole (attributive, beside another adjective or a second noun under one article; 1 Tim 6:15; Jude 4; 316d; 320d) | alone | The adjective (2:18); the adverb μόνον is G3440 "only" |
| κλείω | shut | shut | Matt 6:6; Rev 3:7 |
| ἀπέρχομαι | go away | return / depart | 3:19, where the Masoretic version reads "return" |
| νύξ | night | night | |
| ἔθος | custom | custom / custom | 1:9; 2:42; 22:39; Acts 6:14 |
| ἐκπίνω | drain | drunken (KJV) / drunk to the dregs (RSV) | To drink out, to the bottom; the compound of πίνω "drink," whose English it keeps apart |
| ὀρθρίζω | start early | rise up early / rise early / rise early | Luke 21:38 "all the people started early to him in the temple." Of the root of ὄρθρος "dawn" |
| σφραγίς | seal | signet / signet / seal | 28:11, 21, 32 "engravings of a seal"; Rom 4:11; Rev 5:1; 7:2 |
| σῶς | safe | whole / — / — | Safe and sound, unharmed, of seals left unbroken (Bel 17). "Intact" is ὁλόκληρος's |
| ἅμα | together; at the moment (ἅμα τῷ with an infinitive); at (with a word of time; Matt 20:1, 245d); at the same time (adverbial, with a participle; Acts 24:26; 27:40) | together | Rom 3:12; 1 Thess 4:17. Split by construction or collocation, 193e. |
| ἀνοίγω | open | open | |
| ἐπιβλέπω | look to | look back / look back / look back | Look toward, have regard to: "he looked to the humiliation of his slave-woman" (Luke 1:48); Luke 9:38; Jas 2:3. "Look upon" is ἐπεῖδον's, "look around" περιβλέπω's |
| βοάω | shout | cry / cry out / shout | Matt 3:3, "a voice of one shouting in the desert." "Cry out" is left free for κράζω |
| μέγας | great | great | |
| φωνή | voice | voice | |
| δόλος | deceit | subtilty / guile / deceit | John 1:47 "an Israelite in whom there is no deceit"; Mark 14:1; 1 Pet 2:22 |
| κρατέω | grasp | lay hold upon / seize / take hold | "Grasping her hand" (Mark 1:31; 5:41); of seizing (Matt 26:57) |
| εἰσέρχομαι | enter; go in to (πρός, a person or a place as goal) | come / go in | Matt 7:13; John 10:9. The opposite of ἐξέρχομαι "go out." With πρός and a person, "go in to" (Exod 8:1; 9:1; 10:1; 170i); extended to a place as goal (Ps 42:4, the altar; 194d) |
| ἔσω | inside | within / — / inside | Matt 26:58; Mark 15:16; John 20:26. The opposite of ἔξω "outside"; "from within" is ἔσωθεν's |
| δή | indeed | now | A particle of urging and emphasis (Matt 13:23; Acts 13:2; 1 Cor 6:20) |
| ἔδαφος | ground | dust / dust / ground | The ground one stands on or falls to: Acts 22:7 "I fell to the ground"; Luke 19:44 "they will level you to the ground." Ps 118:25, for the Masoretic version's "dust" (עָפָר), marked. "Dust" is χοῦς's and κονιορτός's (170c) |
| γινώσκω | come to know; know (present and imperfect of knowledge held; Luke 1:34; John 1:48; 2:24–25, 281); knew (aorist, where the knower is the son or God; John 17:25, 287b) | know | "The wood of coming to know beautiful and evil" (2:17). Kept apart from οἶδα "know". Every passive is "be made known," a construction: with a dative of person "be made known to" (Exod 25:21; 173a), and bare (Ps 76:20 "your tracks will not be made known"; 78:10; Phil 4:5 "let your forbearing *spirit* be made known to all humans" (197a as amended by 198a; "gentleness" is πραΰτης's; 309f)). With God as subject the English names the act of knowing, not a learning: Ps 43:22 "he comes to know the secrets of the heart" (194a) |
| ἴχνος | track | nakedness / weakness / tracks | A footprint, a track (Rom 4:12; 2 Cor 12:18; 1 Pet 2:21). In Gen 42:9, 12 for the Masoretic version's "bareness" (עֶרְוָה) |
| ἀνήρ | man | husband; wife | |
| παιδίον | little child | child / he that is eight days old / little child | The diminutive of παῖς: Matt 18:2–5; Luke 1:59, 66, 76; 2:21. "Child" is τέκνον's |
| ὀργίζομαι | be angry | be wroth / become angry / be angry | Matt 5:22; Eph 4:26. Of ὀργή "wrath" |
| συλλαμβάνω | conceive; catch, be caught (of a captive or a catch); lend a hand to (middle, with a dative) | conceive | Of a woman with child (Luke 1:24, 31). Of a captive or a catch, "catch, be caught," split by construction (191d: Ps 9:16, 17, 23; Luke 5:9; John 18:12; Acts 1:16; 12:3); "lend a hand to" (Phil 4:3; 251i), the middle with a dative |
| κρυπτός | hidden | breaches / breaches / hidden things | What is kept out of sight: Matt 6:4, 6 "in the hidden"; Rom 2:16, 29; 1 Cor 14:25; 1 Pet 3:4. One root with κρύφιος "hidden" and κρύπτω "hide" (95, to be declared) |
| ἀποκτείνω | kill | slay / kill | |
| δίδωμι | give | give | |
| ἔκδοτος | given over | delivered / delivered up | "Hand over" is παραδίδωμι's; 2:23 only |
| καταστρέφω | overturn | destroy | Of the cities (19:25) and of the tables (Matt 21:12) |
| ἱερός | temple (the noun τὸ ἱερόν); sacred (the adjective; Mark 16:8 shorter ending, 2 Tim 3:15, 238) | temple | The precinct: courts, porticoes, the whole sacred area (11:11–27; 12:35; 13:1–3; 14:49; ~71 NT sites). ναός "shrine" is the house itself (14:58; 15:29, 38), so the Greek's two words stay two (233d). A homograph with κρόταφος "temple" of the head (Judg 4:21), from a different root, declared (95) |
| δράκων | dragon | serpent / serpent / dragon | The great serpent of the waters and of Revelation (Rev 12:3–17; 20:2). At 7:9–12 for the Masoretic version's תַּנִּין, also "dragon"; "serpent" is ὄφις's (7:15) |
| δύναμαι | be able | be able | |
| κύριος | Lord | the LORD | κύριος for the Tetragrammaton prints "Lord" in regular type (63); small capitals belong to the Masoretic version. κύριος ὁ θεός is "the Lord God." In Gen 2 the Greek has the pair at vv. 4, 8, 15, 16, 18 and 22, and θεός alone where the Masoretic version reads ADONAI Elohim at vv. 5, 7, 9, 19 and 21 |
| ἐξουσία | authority | dominion / dominion / authority | The right and power to act or rule: Matt 7:29 "as having authority"; 28:18 "all authority in the sky and on the land"; Rom 13:1. Ps 113:2 for the Masoretic version's "rule" (מֶמְשָׁלָה), lexicon-level. "Dominion" is δυναστεία's (195c), "power" δύναμις's |
| μάχαιρα | sword | knife / knife / dagger | The common blade, short sword or knife: "all who take the sword will perish by the sword" (Matt 26:52); "the sword of the spirit" (Eph 6:17); Heb 4:12. "Broadsword" is ῥομφαία's (Luke 2:35) |
| ῥάβδος | rod | rod / rod / rod | 1 Cor 4:21; Heb 9:4, Aaron's rod; Rev 2:27 "a rod of iron" |
| λαμβάνω | take | take | |
| πίσσα | pitch | — (the KJV and RSV render the Hebrew) | The black resin, for the Masoretic version's "tar". One root with ἀσφαλτόπισσα "asphalt-pitch" (G91349); a false clash with πήγνυμι "pitch" (a tent), a verb (95, 116, to be declared) |
| στέαρ | fat | fat | |
| θρίξ | hair | hair / hair / hair | 25:4 "goats' hair"; Matt 10:30 "the hairs of your head"; Rev 1:14. δασύς is "hairy," τρίχινος "of hair" (95) |
| ἕψω | boil | sod / boiled / cooked | Exod 16:23; 1 Sam 2:13–15 LXX. "Cook" is πέσσω's (146f) |
| μᾶζα | lump | lumps / — / — | A kneaded lump or cake (Bel 27). "Cake" is ἐγκρίς's |
| στόμα | mouth | mouth | |
| διαρρήγνυμι | tear apart | rent / rent / tore | To tear through: Matt 26:65 "the high priest tore apart his cloaks"; Mark 14:63; Luke 5:6; 8:29; Acts 14:14 |
| σέβασμα | object of worship | devotions / objects of worship | One root with σέβομαι "worship" (95, 257t): Acts 17:23; 2 Thess 2:4. See 17:23 |
| ἀκούω | hear | hear | |
| ἀγανακτέω | be indignant | was much displeased / was indignant | Mark 10:14, 41; 14:4; Matt 20:24; 21:15; 26:8; Luke 13:14. "Angry" is ὀργίζομαι's (1:41; 3:5), so the two stay apart at 10:14 |
| συστρέφω | twist together; band together (middle or passive, of persons; Matt 17:22) | yearn / yearn / twist together | To twist or gather together: Acts 28:3, sticks; Gen 43:30, Joseph's entrails, for the Masoretic version's "grew warm" (כָּמַר) |
| Ἰουδαῖος | Judean | Jew | Of Ἰουδαία "Judea" (one root, 95, to be declared); see 19:17. |
| κατασπάω | pull down | pour down / pour down / — | To draw or drag down, of stones and buildings; the Masoretic version's "shed" (נגר) is its own |
| κατασφάζω | slay down | slay / slay | 19:27; σφάζω "slay"; the one id on both words. WPRB "kill" |
| παραδίδωμι | hand over | deliver | Give over into another's hands: of enemies (14:20), of Jesus "on the night he was handed over" (1 Cor 11:23), of tradition (1 Cor 15:3). "Betray" is the expected English in the passion narratives; the home gloss keeps the one verb |
| ἐπείγω | press upon | pressed sore / — / — | To press, urge on, of a crowd forcing a king's hand (Bel 30). "Press" is θλίβω's, "press hard" παραβιάζομαι's, "urge" παρακαλέω's |
| σφόδρα | very; to the very utmost (ἕως σφόδρα) | greatly / exceedingly | Matt 2:10; 17:6. "Exceedingly" is λίαν's. ἕως σφόδρα, the Hebrew עַד מְאֹד, is "to the very utmost," a construction (201a), so a negated verb cannot read as a plea for a little: Ps 37:9; 118:8 "do not forsake me to the very utmost"; 118:43, 107. "Utterly" stays the construction of τέλος |
| ἀναγκάζω | compel | constrained / made | Luke 14:23; Acts 26:11; Gal 2:3, 14. One root with ἀνάγκη "necessity" |
| βάλλω | cast | cast / drove / cast | Throw, cast (10:19; Matt 3:10; 5:29–30; Rev 8:7 "hail and fire … cast upon the land"). The root of ἐκβάλλω "cast out," ἐμβάλλω "cast in," ἐπιβάλλω "cast on" |
| λάκκος | pit | pit / pit / pit | A pit or cistern dug in the ground (37:20–29; Jer 45:6 LXX, the pit of Jeremiah). For the Masoretic version's בּוֹר |
| λέων | lion | lion / lion / lion | Gen 49:9; 1 Pet 5:8; Rev 5:5 "the lion of the tribe of Judah" |
| ἑπτά | seven | seven | |
| δύο | two | two | |
| σῶμα | body | carcase / body | Kept, 142h |
| Ἁμβακούμ | Habakkuk | Habakkuk / Habakkuk / Hambakoum | The prophet; Swete's spelling of חֲבַקּוּק. Names table (18) |
| προφήτης | prophet | prophet / prophet / prophet | First of Abraham (20:7); Ps 104:15 LXX |
| Ἰουδαία | Judea | Judah / Judah | The land of the Judeans: Ps 47:12 "the daughters of Judea," where the Masoretic version reads "Judah," marked {name} (151f); Matt 2:1, 5; Luke 1:5; Acts 1:8. Ἰουδά / Ἰούδας "Judah" is the patriarch and the tribe |
| ἕψεμα | stew | pottage / pottage / stew | A thing boiled, of ἕψω "boil"; for the Masoretic version's נָזִיד |
| ἐνθρύπτω | crumble in | had broken / — / — | To break small into a vessel or a broth; with εἰς, "crumble … into" (Bel 33). One root with διαθρύπτω "crumble" and συνθρύπτω "break down" (95, to be declared) |
| ἄρτος | bread; loaves (plural); loaf (with a numeral) | bread / bread; loaves | Split by number (147f): the plural ἄρτοι is "loaves" (14:18; 21:14; 24:33; Mark 6:41). With a numeral "loaf" (Exod 29:23; Mark 8:14; 174b) |
| σκάφη | skiff; tub (a household vessel; Bel 33; 339d) | boat / boat | The ship's towed boat (Acts 27:16, 30, 32). Of a household vessel, "tub" (Bel 33; 339d) |
| πεδίον | plain | field / plain | Level open country; the Masoretic version's "field" is שָׂדֶה, the Greek's ἀγρός |
| ἀποφέρω | convey | be brought / be led | To carry from one place to another: Mark 15:1 "they conveyed him and handed him over to Pilate"; Luke 16:22 "conveyed by the messengers"; 1 Cor 16:3. Ps 44:15–16, for the hophal of יָבַל "be conducted," lexicon-level. "Carry off" is avoided, which would make the wedding procession a capture; "conveyance" is πορεῖον's, an unrelated word (a false clash, 116) |
| θεριστής | reaper | reapers / reapers | The one who reaps, of θερίζω "reap" and θερισμός "harvest" (settled), one root (95, to be declared): 13:30, 39 "the reapers are messengers" |
| ἄγγελος | messenger | angel \[62\] | |
| ἄριστον | dinner | dinner / dinner | The earlier of the day's two meals, beside δεῖπνον "supper" (Matt 22:4 "I have prepared my dinner"; Luke 11:38; 14:12 "when you make a dinner or a supper"). One root with ἀριστάω "dine" (95). A phrasal false clash with συμπόσιον "dinner-party" (116). The reader's edition keeps "dinner" |
| Βαβυλών | Babylon | Babel / Babylon | One name for the city of Gen 10 and of the exile (Matt 1:11; Rev 18:2), as in the Masoretic version (111). At 11:9 the Greek names the city of the tower Σύγχυσις instead |
| ἐπιλαμβάνω | take hold of | took hold / had taken hold / taking hold | Middle, with the genitive: Matt 14:31; Heb 2:16 "he takes hold of the seed of Abraham"; 1 Tim 6:12 ἐπιλαβοῦ "take hold of" and 6:19 ἐπιλάβωνται "may take hold of" (the middle ἐπιλαμβάνομαι, one verb under one id; 314). "Grasp" is κρατέω's |
| κορυφή | summit; top of the head (of a person; Bel 36; 339c) | crown of the head / brow / crown | The top of a mountain or of the head: Gen 49:26, for the Masoretic version's "scalp." Of a person, "top of the head" (Bel 36; 339c). "Crown" is left for στέφανος |
| βαστάζω | shoulder (v.); pilfer (John 12:6); lift (with a genitive of what is grasped; Bel 36; 339c) | bare / carried | With a genitive of what is grasped, "lift" (Bel 36 "lifting *him* by the long hair"; 339c). The home "shoulder" stands elsewhere |
| κόμη | long hair | hair / hair | The head of hair worn long, on κομάω (95). 1 Cor 11:15 only. Seed verified here. See 11:14 |
| κεφαλή | head | head | |
| ῥοῖζος | whir | vehemency / — / — | The rushing noise of a thing flying, an arrow or a wing (Bel 36). "Rush" is ὁρμάω's |
| πνεῦμα | wind / spirit | wind; Spirit | Split as רוּחַ (31, 56): "wind" for weather and the quarters of the sky, "spirit" where a person or God possesses it; cruxes under ruling 1 (1:2). Lowercase (42) |
| ἀποστέλλω | send | send forth | The verb of the apostle, the one sent (Matt 10:5, 16; John 20:21). "Send out" is ἐξαποστέλλω's |
| μιμνῄσκομαι | remember | remember | |
| ἐγκαταλείπω | forsake | forsaken / forsaken / abandoned | Matt 27:46 "why have you forsaken me?"; Heb 13:5. "Leave behind" is καταλείπω's |
| ἀγαπάω | love | lovest / love / have loved | Mark 12:30–31; John 3:16; 21:15–17, where it stands beside φιλέω (which takes its own gloss when reached) |
| ἀνίστημι | rise; make rise (transitive) | rise up | "Rise" (Mark 1:35; 1 Thess 4:16), left free for it (G393); "wake" is ἐγείρω's. The transitive is "make rise" (145d; Ps 40:11 "make me rise") |
| ἀποκαθίστημι | restore | weighed / weighed out / paid | "Restore all things" (Matt 17:11); "restore the kingdom" (Acts 1:6); of a hand made whole (Mark 3:5) |
| παραχρῆμα | at once | for a reward / because of | On the spot: Luke 1:64 "at once his mouth was opened"; 5:25; Matt 21:19–20; Acts 3:7. Ps 39:16, for "in consequence of" (עַל־עֵקֶב), marked. "Straightway" is εὐθύς's |
| τόπος | place | place | |
| ἕβδομος | seventh | seventh | |
| πενθέω | mourn | weep / weep / mourn | "Happy are those who mourn" (Matt 5:4) |
| ἐμβλέπω | look steadily | respecteth / turns | To fix the look on: Mark 10:21 "looking steadily at him, he loved him"; John 1:36, 42; Matt 6:26. Ps 39:5, for "face toward" (פָּנָה), lexicon-level. "Look" is βλέπω's (one root, 95), "gaze" κατεμβλέπω's, "look intently" ἀποβλέπω's |
| κάθημαι | sit | sat / sat / sitting | Be seated (Matt 26:64, "sitting at the right hand"). "Sit down" is καθίζω's |
| ἀναβοάω | shout aloud | lifted up her voice / lifted up her voice / cried out | Matt 27:46 "Jesus shouted aloud with a great voice." One root with βοάω "shout" (to be declared, 95) |
| ἄλλος | another; others (plural, 232e); the other (with the article, the second of a pair; Matt 5:39; 12:13, 243g); other (with a noun; Matt 21:36, 41; 22:4, 245a) | any besides / any one else / another | "Other" is ἕτερος's; Gal 1:6–7 has both. The plural ἄλλοι is "others" (Isa 49:12; 65:22; 232e); ἕτερος prints "the others" only as the reciprocal party (Matt 11:16, 243g). With the article, the second of a pair, ἄλλος is "the other" (Matt 5:39 "the other *jaw*"; 12:13), a split by construction |
| πλήν | except; however (adverbial, opening a clause) | but / only / except | "There is no other except him" (Mark 12:32); in the New Testament also "however," where the collocation decides. Adverbial, opening a clause, "however" (193d: Ps 31:6; 38:6, 7, 12); marked {connective} against אַךְ / רַק. |
| ἀνασπάω | pull out; pull up (of motion skyward; Acts 11:10) | drawn up / drawn up | Split by collocation, one sense with ἀνασύρω "pull up" (146b). See 11:10 |
| αἴτιος | cause | fault / crime | 23:4, 14, 22, "I find no cause in this human"; αἰτία "charge"; δίκη's "cause" is a suit at law. WPRB "no basis for a charge" |
| ἀπώλεια | destruction; loss (of property) | — / — / — | The noun of ἀπόλλυμι "destroy": Matt 7:13 "the way that leads to destruction"; John 17:12 "the son of destruction"; Phil 3:19; 2 Pet 3:7. Of property, a thing lost: 22:9 "loss," a split by collocation (Lev 5:22–23 LXX; Deut 22:3 LXX; 172a). One root with ἀπόλλυμι (95, 172e) |
| ἐμβάλλω | cast in | put / put / put | Luke 12:5 "to cast into Gehenna." The compound of the "cast" family (ἐκβάλλω, ἐπιβάλλω) |
| καταβιβρώσκω | eat up | were devoured / — / — | To eat down, consume (Bel 42), the compound of βιβρώσκω "eat"; "devour" is κατεσθίω's |